Professional Documents
Culture Documents
ΙΙ
ΟΣΤΙΣ ΕΙΜΙ ΕΓΩ
(ὅστις εἰμὶ ἐγώ)
ἐγώ,
ὁ Θρασύμαχος
1 Ἐγὼ μέν εἰμι παιδίον Ἑλληνικόν, οἰκῶ δ᾿ ἐν ἀγροῖς.
2 ἐνταῦθα γὰρ ἐν τοῖς ἀγροῖς γεωργός τις Θράσυλλός
3 ἐστιν, ὃς γεωργεῖ καὶ ἔχει χωρίον. ἆρ᾿ ἐρωτᾷς, τίς μὲν
4 ἐγώ, τίς δ᾿ ὁ Θράσυλλος ; λέγω δή. τέκνον γάρ εἰμι ἐγὼ
5 τοῦ Θρασύλλου. καὶ μήν ἄλλα γε τέκνα ἔχει ὁ ὁ πατήρ μου,
ὁ Θράσυλλος
6 Θράσυλλος · καὶ γὰρ ἐγὼ εἰμι τέκνον αὐτοῦ, καὶ ἔχω
7 ἀδελφόν τε καὶ ἀδελφή. ὀνομάζουσι δ᾿ ἐμὲ μὲν
8 Θρασύμαχον, τὸν δ᾿ ἀδελφὸν ὀνομάζουσι Θρασύ‐
9 στομον, τὴν δ᾿ ἀφελφὴν Ἑλένην ὀνομάζουσι. ἐσμὲν
10 οὖν τέκνα τοῦ Θρασύλλου, ἐσμὲν δὲ καὶ τῆς Εὐρυδίκης ἡ μήτηρ μου,
ἡ Εὐρυδίκη
11 τέκνα.
12 Ποῦ δ᾿ οἰκοῦμεν ; ὅπου ; ἔστι δή χωρίον ἐν ἀγροῖς, καὶ
13 ἐν τῷ χωρίῳ οἰκία · ἡμεῖς μὲν οἰκοῦμεν ἐν τῇ οἰκίᾳ, ὁ δὲ
14 Θράσυλλος γεωργεῖ ἐν τῷ χωρίῳ. ἆρ᾿ ἐρωτᾷς τί ἐστι
15 χωρίον ; ἆρ᾿ οὐ δῆλον; ὁ γεωργὸς γὰρ ἔχει χωρίον, τὸ δὲ
ὁ ἀδελφός μου,
16 χωρίον τόπος ἐστὶν ἐν ᾧ γεωργεῖ γεωργός. χώρα μὲν ὁ Θρασύστομος
17 γάρ ἐστι τόπος, και χωρίον ἐστὶ χώρα μικρά. λέγω δὲ
18 οὕτως, ἐπειδὴ οὐκ εἶ σὺ Ἑλληνικὸν παιδίον. ἆρα δῆλόν
19 σοι νῦν ἐστιν ὅ λέγω ; τὸ δὲ χωρίον ἔχει ἀγροὺς οὐκ
20 ὀλίγους.
ἡ ἀδελφή μου,
ἡ Ἑλένη
1
ΜΕΛΕΤΗΜΑΤΑ
1. τί ἐστιν ; > ἀγρός ἐστιν.
ὁ ἀγρός / ὁ γεωργός /ἡ οἰκία / ἡ χώρα / τό χωρίον /τό τέκνον
1 2 3
4 5 6
2. τίς ἐστιν ; > ὁ ἀδελφός μου ἐστίν.
1 2 3 4
2Β. τίς ἐστιν ; > ἡ μήτηρ τοῦ Θρασυμάχου ἐστίν.
1 2 3 4
2
2Γ. τίνος πατήρ ἐστιν ; > ὁ τοῦ Θρασυμάχου πατήρ ἐστίν.
1 2 3 4
3. ποῦ γεωργεῖ ὁ Θράσυλλος ; > ἐν τῷ ἀγρῷ γεωργεῖ ὁ Θράσυλλος.
1 2 3
4.
οἰκεῖ
1
> οὐκ ἐν τῷ ἀγρῷ ἀλλ᾿ ἐν τῇ οἰκίᾳ οἰκεῖ ἡ Εὐρυδίκη.
2
γεωργεῖ
3
γεωργεῖ
3
4
οἰκεῖ
5. τίς /τίνος / τί / ποῦ
ὁ θρασύμαχος οἰκεῖ εν τοῖς ἀγροῖς. > τίς οἰκεῖ εν τοῖς ἀγροῖς;
ἐν τοῖς ἀγροῖς οἰκεῖ ὁ θρασύμαχος. > ποῦ οἰκεῖ ὁ θρασύμαχος;
1. χωρίον ἐστὶν ἐν τῇ χώρᾳ.
2. ἐν τοῖς ἀγροῖς γεωργεῖ ὁ Θράσυλλος.
3. τὸ χωρίον του Θρασύλλου καλοὺς ἀγροὺς ἔχει.
4. ἐν τῷ χωρίῳ ἐστιν ἡ οἰκία.
5. ὁ Θρασύστομός ἐστιν ὁ ἀδελφὸς τοῦ Θρασυμάχου.
6. ὁ του Θρασυμάχου ἀδελφός ἐστιν ὁ Θρασύστομος
7. ὁ ἀδελφός του Θρασυμάχου οἰκεῖ ἐν τῷ χωρίῳ.
8. ἡ Ἑλένη ἐστίν.
9. ἡ ἀδελφὴ τοῦ Θρασυμάχου ἐστὶν ἡ Ἑλένη.
10. ἡ τοῦ Θρασυμάχου ἀδελφή ἐστιν ἡ Ἑλένη.
6. ποῖος / ποία / ποῖον
ποῖός ἐστιν ὁ Θρασύμαχος;
μικρός ἐστιν ὁ Θρασύμαχος.
καλός, ‐ή, ‐όν ἰσχυρός, ‐α, ‐ον ἀγαθός, ‐ή, ‐όν σπουδαῖος, ‐α, ‐ον μικρός, ‐ά, ‐όν
1 2 3 4 5
4
7. ἆρα / οὐ... ἀλλα
ἆρα μικρός ἐστιν ὁ Θράσυλλος;
οὐ μικρὸς ἀλλ᾿ ἰσχυρός ἐστιν ὁ Θράσυλλος.
1 2 3 4
ἰσχυρός, ‐α, ‐ον ἰσχυρός, ‐α, ‐ον μικρός, ‐ά, ‐όν σπουδαῖος, ‐α, ‐ον
μικρός, ‐ή, ‐όν σπουδαῖος, ‐α, ‐ον καλός, ‐ή, ‐όν μικρός, ‐ά, ‐όν
8. καλῶς διαλέγω.
1. παιδίον Ἑλληνικόν ἐστιν.
α. ὁ Θράσυλλος. 5. ἐγώ και ἡ Ἑλένη καὶ ὁ Θρασύστομος
β. ἡ Εὐρυδίκη. _______ τοῦ Θρασύλλου καὶ τῆς
γ. ὁ Θρασύμαχος. Εὐρυδίκης ἐσμέν.
δ. τό χωρίον. α. χωρία
β. τέκνα
2. ἐνταῦθα ὁ Θράσυλλος γεωργεῖ. γ. ἀγρός
α. ἐν τῇ οἰκίᾳ. δ. οἰκία
β. ἐν τοῖς ἀγροῖς.
6. τί ἐστι χωρίον;
3. οὕτως ὀνομάζουσι τὴν ἀδελφὴν α. τόπος
τοῦ Θρασυμάχου β. χώρα
α. οἰκίαν γ. τέκνον
β. Εὐρυδίκην. δ. γεωργός
γ. Ἑλένην
δ. χώραν 7. τίς ἐστι ὁ Θρασύλλος;
α. ἡ τοῦ Θρασυμάχου μήτηρ
4. ἡμεῖς ἐν τῇ οἰκίᾳ _________ β. παιδίον Ἑλληνικόν
α. γεωργοῦμεν γ. τόπος
β. ὀνομάζουσι δ. γεωργός
γ. ἐρωτᾷς
δ. οἰκοῦμεν
5