Professional Documents
Culture Documents
ΔΙΑΛΟΓΟΣ
(διάλογος)
1 Πηλίκον ἐστὶ τὸ χωρίον ; μικρόν ἐστι τὸ χωρίον.
2 Τίς τροφός ἐστι τῆς Ἑλένης ; Λαδίκη τροφός ἐστι τῆς Ἑλένης.
3 Τίς ἐστι τέκνον Θρασύλλου ; Θρασύμαχός τε καὶ
4 Θρασύστομός εἰσι τέκνα τοῦ Θρασύλλου, καὶ δὴ καὶ ἡ Ἑλένη
5 τέκνον ἐστὶν ἄλλο.
6 Ποῦ οἰκεῖ ὁ Θράσυλλος ; ἐν χωρίῳ οἰκεῖ.
7 Ἐν πηλίκῳ δὲ χωρίῳ οἰκεῖ ὁ Θράσυλλος ; ἐν μικρῷ οἰκεῖ
8 χωρίῳ ὁ Θράσυλλος.
9 Τίς δ᾿ οἰκεῖ ἐν τῷ χωρίῳ μετὰ τοῦ Θρασύλλου ; ὁ Θρασύ‐
10 στομος καὶ ο Θρασύμαχος καὶ ἡ Ἑλένη οἰκοῦσι μετὰ τοῦ
11 Θρασύλλου ἐν τῷ χωρίῳ.
12 Ἆρ᾿ ἔχει Λαδίκη τὸ χωρίον ; οὐχ ἡ Λαδίκη ἀλλ᾿ ὁ Θράσυλλος
13 ἔχει τὸ χωρίον.
14 Ποῦ οἰκεῖ ἡ τροφός ; μετὰ τῶν ἄλλων οἰκεῖ ἡ τροφός.
15 Τί περιέχει τὸ χωρίον ; λόφοι περιέχουσι τὸ χωρίον.
16 Τί δ᾿ ἐν μέσῳ ἐστὶ τῶν χωρίων ; ὁδός ἐστιν ἐν μέσῳ τῶν
17 χωρίον.
18 Ἆρ᾿ ἐστὶν ἐξ ἀριστερᾶς τὸ χωρίον τοῦ Θρασύλλου ; οὐκ ἔστι
19 ἐξ ἀριστερᾶς τὸ χωρίον τοῦ Θρασύλλου, ἀλλὰ ἐκ
20 δεξιᾶς.
21 Ποῖοι δ᾿ εἰσὶν οἱ λόφοι ; ὑψηλοί εἰσιν οἱ λόφοι.
17
ΜΕΛΕΤΗΜΑΤΑ
1. ἐστί(ν) ≠ οὐκ ἔστι(ν)
ἡ Ἑλένη καλή ἐστιν.
> ἡ Ἑλένη οὐκ ἔστι καλή.
1. ὁ Θρασύμαχος μικρός ἐστιν.
2. ἡ τροφὸς καλή ἐστιν.
3. ὁ Θράσυλλος ἰσχυρός ἐστιν.
4. ὁ λόφος ὑψηλός ἐστιν.
5. ἡ οἰκία μικρά ἐστιν.
6. ἡ Εὐρυδίκη ἀγαθή ἐστιν.
7. ἡ γῆ ὁμαλή ἐστιν.
8. το τέκνον μικρόν ἐστιν.
9. ἡ Ιταλία καλή ἐστιν.
10. ἡ Ἑλβετία μικρά ἐστιν.
2. πηλίκος / πηλίκη / πηλίκον + μικρός, μικρά, μικρόν
+ μέγας, μεγάλη, μέγα
μικρός ἐστιν ὁ Θρασύμαχος.
> πηλίκος ἐστὶν ὁ Θρασύμαχος;
1. μεγάλη ἐστὶν ἡ γῆ.
2. μικρά ἐστιν ἡ οἰκία.
3. μέγα ἐστὶ τὸ χωρίον.
4. μικρός ἐστιν ὁ γεωργός.
5. μεγάλη ἐστὶν ἡ ὁδός.
6. μικρά ἐστιν ἡ τροφός.
7. μεγάλη ἐστὶν ἡ ἀδελφή.
8. μεγάλος ἐστὶν ὁ τόπος.
9. μικρόν ἐστι το παιδίον.
10. μικρά ἐστιν ἡ χώρα.
18
3. καὶ δὴ καὶ
τὸ χωρίον μικρόν ἐστιν.
> καὶ δὴ καὶ ὁ λόφος μικρός ἐστιν.
1. ἱσχυρός ἐστιν 2. καλή ἐστιν ἡ Ἰταλία. 3. σπουδαῖός ἐστιν
ὁ Θράσυλλος. ὁ Θρασύμαχος
4. ὁμαλός ἐστιν 5. τέκνον ἐστὶν 6. ἀγαθή ἐστιν
ὁ ἀγρός. τῆς Εὐρυδίκης ἡ τροφός.
ὁ Θρασύμαχος.
4. μετά + γενικήν
ποῦ οἰκεῖ ὁ Θρασύμαχος ;
> μετὰ τοῦ γεωργοῦ οἰκεῖ ὁ Θρασύμαχος.
1 2 3 4 5
19
5. τὸν πίνακα προσβλέπω καὶ ἀποκρίνομαι.
ἡ οἰκία μου ἐν μέσῳ τῶν ἀγρῶν ἐστιν...
1. πηλίκον ἐστὶ τὸ χωρίον μου;
2. ποῖόν ἐστι τὸ χωρίον μου;
3. ποῦ ἐστιν ἡ ὁδός ;
4. ἆρ᾿ ἄλλα χωρία ἐστὶν ἐγγὺς τοῦ χωρίου μου ;
5. ἆρ᾿ ἡ ὁδὸς περιέχει τὰ χωρία ;
6. ἆρ᾿ ὑψηλοί εἰσιν οἱ λόφοι ;
7. τί ἐστιν ἐξ ἀριστερᾶς τοῦ χωρίου μου ;
8. τί ἐστιν ἐκ δεξιᾶς τοῦ χωρίου μου ;
9. περὶ τίνος λέγω νῦν ;
10. τί λέγω νῦν ;
11. τί ἐστιν ἐν μέσῳ τῶν λόφων ;
12. ποία ἐστὶν ἡ οἰκία μου ;
13. ἆρ᾿ ὁμαλός ἐστιν ὁ ἀγρος ;
14. τίνος ἐστὶ τό χωρίον ;
15. ἆρ᾿ ἡ οἰκία μου ἐν τοῖς λόφοις ἐστίν ;
20
ΙΙ Γ
ΤΟ ΧΩΡΙΟΝ
(τὸ χωρίον)
1 Οὐκ ἔστι μέγα τὸ χωρίον ἐν ᾧ οἰκῶ, ἀλλὰ μικρόν ἐστιν.
2 ἐγὼ δ᾿ οὐκ ἔχω τὸ χωρίον, ἀλλ᾿ ὁ Θράσυλλος ἔχει τὸ χωρίον
3 ἐν ᾧ οἰκοῦμεν. οὐδ᾿ ἐστὶν τέκνον μου ὁ Θράσυλλος, ἀλλὰ
4 εγὼ τέκνον εἰμὶ τοῦ Θρασύλλου. ἡ δ᾿ Εὐρυδίκη οὐκ ἔστιν
5 ἀδελφή μου, ἀλλ᾿ ἡ Ἑλένη. εἰμὶ δὲ υἱὸς τῆς Εὐρυδίκης, οὐ υἱός =
τέκνον
6 τῆς Ἑλένης · ἡ γὰρ Ἑλένη ἀδελφὴ ἐστί μου, καὶ τέκνον τοῦ
7 Θρασύλλου. τροφὸν δ᾿ ἔχομεν τὴν Λαδίκην · ἡ δ᾿ ἐστὶ
8 τροφὸς καὶ ἐμὴ καὶ Ἑλένης. οἰκοῦμεν ἡμεῖς ὁμοῦ, οἰκεῖ δὲ καὶ ἐμή =μου
ὁμοῦ = ἅμα
9 ἡ τροφὸς μεθ᾿ ἡμῶν, ἡμεῖς δὲ μετὰ τῆς τρόφου. ὀνομάζω μέν ἔγωγε = ἔγώ
10 ἔγωγε τὴν τροφὸν μάμμην, ἡ δ᾿ Ἑλένη ὀνομάζει τὴν τροφὸν
11 μάμμην, καὶ δὴ καὶ ὁ ἀδελφός. οἱ δ᾿ ἄλλοι ὄνομάζουσι τὴν
12 τροφὸν Λαδίκην. μεσοῖς τοῖς
λόφοις = ἐν
13 Λόφους δ᾿ ἔχει ὑψηλοὺς κύκλῳ τὸ χωρίον ἡμῶν · οἰκοῦμεν μέσῳ τῶν
λόφων
14 δ᾿ ἐν μεσοῖς τοῖς λόφοις, οἵπερ περιέχουσιν κύκλῳ τὸ χωρίον.
21
ΜΕΛΕΤΗΜΑΤΑ
1. τίς / τί + οὐκ οἶδα + τις / τι
τίς ἐστιν;
> οὐκ οἶδα, γεωργός τις.
1 2 3
4 5 6
2. ἐμός, ἐμή, ἐμόν
ὁ ἀδελφός μου = ὁ ἑμὸς ἀδελφός
1. ὁ πατήρ μου 11. τοῦ ἀδελφοῦ μου
2. ἡ οἰκία μου 12. τῆς οἰκίας μου
3. τό χωρίον μου 13. τοῦ χωρίου μου
4. ἡ τροφός μου 14. τῆς τροφοῦ μου
5. ὁ ἀγρός μου 15. τοῦ ἀγροῦ μου
6. ἡ χώρα μου 16. τῆς χώρας μου
7. ἡ ἀδελφή μου 17. τῆς ἀδελφῆς μου
8. τὸ παιδίον μου 18. τοῦ παιδίου μου
9. ὁ φίλος μου 19. τοῦ φίλου μου
10. τὸ τἐκνον μου 20. τοῦ τέκνου μου
22
3. πληρῶ τὸ σταυρόλεξον
ΟΡΘΩΣ
↓
1 2 3 4
ΕΠΙΚΕΚΛΙΜΕΝΩΣ
→
5 10 13 6
7 8 9 11 12
14 15 16 17
23