You are on page 1of 64

᾿ Αλλ᾿ ἐμοὶ δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν ἔργα οὐ μόνον τὰ μετὰ σπουδῆς

πραττόμενα ἀξιομνημόνευτα εἶ ναι, ἀλλὰ καὶ τὰ ἐν ταῖ ς παιδιαῖ ς. Οἷ ς δὲ

παραγενόμενος ταῦτα γιγνώσκω δηλῶσαι βούλομαι.

ἦν μὲν γὰρ Παναθηναί ων τῶν μεγάλων ἱ πποδρομί α, Καλλί ας δὲ ὁ ῾ Ιππονί κου

ἐρῶν ἐτύγχανεν Αὐτολύκου παιδὸς ὄντος, καὶ νενικηκότα αὐτὸν παγκράτιον ἧκεν

ἄγων ἐπὶ τὴν θέαν.

῾ Ως δὲ ἡ ἱ πποδρομί α ἔληξεν, ἔχων τόν τε Αὐτόλυκον καὶ τὸν πατέρα αὐτοῦ ἀπῄει

εἰ ς τὴν ἐν Πειραιεῖ οἰ κί αν· συνεί πετο δὲ αὐτῷκαὶ Νικήρατος. ᾿ Ιδὼν δὲ ὁμοῦ

ὄντας Σωκράτην τε καὶ Κριτόβουλον καὶ ῾ Ερμογένην καὶ ᾿ Αντισθένην καὶ

Χαρμί δην, τοῖ ς μὲν ἀμφ᾿ Αὐτόλυκον ἡγεῖ σθαί τινα ἔταξεν, αὐτὸς δὲ προσῆλθε

τοῖ ς ἀμφὶ Σωκράτην, καὶ εἶ πεν·

"Εἰ ς καλόν γε ὑμῖ ν συντετύχηκα· ἑστιᾶν γὰρ μέλλω Αὐτόλυκον καὶ τὸν πατέρα

αὐτοῦ. Οἶ μαι οὖν πολὺ ἂν τὴν κατασκευήν μοι λαμπροτέραν φανῆναι εἰ

ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχὰς ὥσπερ ὑμῖ ν ὁ ἀνδρὼν κεκοσμημένος εἴ η

μᾶλλον ἢ εἰ στρατηγοῖ ς καὶ ἱ ππάρχοις καὶ σπουδαρχί αις."

1
Καὶ ὁ Σωκράτης εἶ πεν· "᾿ Αεὶ σὺ ἐπισκώπτεις ἡμᾶς καταφρονῶν, ὅτι σὺ μὲν

Πρωταγόρᾳ τε πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφί ᾳ καὶ Γοργί ᾳ καὶ Προδί κῳκαὶ

ἄλλοις πολλοῖ ς, ἡμᾶς δ᾿ ὁρᾷς αὐτουργούς τινας τῆς φιλοσοφί ας ὄντας."

Kαὶ ὁ Καλλί ας, "Καὶ πρόσθεν μέν γε, ἔφη, ἀπεκρυπτόμην ὑμᾶς ἔχων πολλὰ καὶ

σοφὰ λέγειν, νῦν δέ, ἐὰν παρ᾿ ἐμοὶ ἦτε, ἐπιδεί ξω ὑμῖ ν ἐμαυτὸν πάνυ πολλῆς

σπουδῆς ἄξιον ὄντα."

Οἱ οὖν ἀμφὶ τὸν Σωκράτην πρῶτον μέν, ὥσπερ εἰ κὸς ἦν, ἐπαινοῦντες τὴν κλῆσιν

οὐχ ὑπισχνοῦντο συνδειπνήσειν· ὡς δὲ πάνυ ἀχθόμενος φανερὸς ἦν, εἰ μὴ

ἕψοιντο, συνηκολούθησαν. ῎ Επειτα δὲ αὐτῷοἱ μὲν γυμνασάμενοι καὶ

χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι παρῆλθον.

Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, οἱ δ᾿ ἄλλοι, ὥσπερ εἰ κός,

κατεκλί θησαν. Εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γιγνόμενα ἡγήσατ᾿ ἂν φύσει

βασιλικόν τι κάλλος εἶ ναι, ἄλλως τε καὶ ἂν μετ᾿ αἰ δοῦς καὶ σωφροσύνης,

καθάπερ Αὐτόλυκος τότε, κεκτῆταί τις αὐτό. Πρῶτον μὲν γάρ, ὥσπερ ὅταν φέγγος

τι ἐν νυκτὶ φανῇ, πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τότε τοῦ Αὐτολύκου τὸ

2
κάλλος πάντων εἷ λκε τὰς ὄψεις πρὸς αὐτόν· ἔπειτα τῶν ὁρώντων οὐδεὶ ς οὐκ

ἔπασχέ τι τὴν ψυχὴν ὑπ᾿ ἐκεί νου. Οἱ μέν γε σιωπηρότεροι ἐγί γνοντο, οἱ δὲ καὶ

ἐσχηματί ζοντό πως.

Πάντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶ ναι· ἀλλ᾿ οἱ

μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότεροί τε ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ

σφοδρότεροι εἶ ναι φέρονται, οἱ δ᾿ ὑπὸ τοῦ σώφρονος ἔρωτος ἔνθεοι τά τε

ὄμματα φιλοφρονεστέρως ἔχουσι καὶ τὴν φωνὴν πρᾳοτέραν ποιοῦνται καὶ τὰ

σχήματα εἰ ς τὸ ἐλευθεριώτερον ἄγουσιν. ἃ δὴ καὶ Καλλί ας τότε διὰ τὸν ἔρωτα

πράττων ἀξιοθέατος ἦν τοῖ ς τετελεσμένοις τούτῳτῷθεῷ.

᾿ Εκεῖ νοι μὲν οὖν σιωπῇ ἐδεί πνουν, ὥσπερ τοῦτο ἐπιτεταγμένον αὐτοῖ ς ὑπὸ

κρεί ττονός τινος.

Φί λιππος δ᾿ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶ πε τῷὑπακούσαντι

εἰ σαγγεῖ λαι ὅστις τε εἴ η καὶ δι᾿ ὅ τι κατάγεσθαι βούλοιτο, συνεσκευασμένος τε

παρεῖ ναι ἔφη πάντα τὰ ἐπιτήδεια ὥστε δειπνεῖ ν τἀλλότρια, καὶ τὸν παῖ δα δὲ ἔφη

πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶ ναι. ῾ Ο οὖν

3
Καλλί ας ἀκούσας ταῦτα εἶ πεν· "᾿ Αλλὰ μέντοι, ὦἄνδρες, αἰ σχρὸν στέγης γε

φθονῆσαι· εἰ σί τω οὖν. Καὶ ἅμα ἀπέβλεψεν εἰ ς τὸν Αὐτόλυκον, δῆλον ὅτι

ἐπισκοπῶν τί ἐκεί νῳδόξειε τὸ σκῶμμα εἶ ναι.

῾ Ο δὲ στὰς ἐπὶ τῷἀνδρῶνι ἔνθα τὸ δεῖ πνον ἦν εἶ πεν· ὅτι μὲν γελωτοποιός εἰ μι

ἴ στε πάντες· ἥκω δὲ προθύμως νομί σας γελοιότερον εἶ ναι τὸ ἄκλητον ἢ τὸ

κεκλημένον ἐλθεῖ ν ἐπὶ τὸ δεῖ πνον. Κατακλί νου τοί νυν, ἔφη ὁ Καλλί ας. Καὶ

γὰρ οἱ παρόντες σπουδῆς μέν, ὡς ὁρᾷς, μεστοί , γέλωτος δὲ ἴ σως ἐνδεέστεροι.

Δειπνούντων δὲ αὐτῶν ὁ Φί λιππος γελοῖ όν τι εὐθὺς ἐπεχεί ρει λέγειν, ἵ να δὴ

ἐπιτελοί η ὧνπερ ἕνεκα ἐκαλεῖ το ἑκάστοτε ἐπὶ τὰ δεῖ πνα. ὡς δ᾿ οὐκ ἐκί νησε

γέλωτα, τότε μὲν ἀχθεσθεὶ ς φανερὸς ἐγένετο. Αὖθις δ᾿ ὀλί γον ὕστερον ἄλλο τι

γελοῖ ον ἐβούλετο λέγειν. ὡς δὲ οὐδὲ τότε ἐγέλασαν ἐπ᾿ αὐτῷ, ἐν τῷμεταξὺ

παυσάμενος τοῦ δεί πνου συγκαλυψάμενος κατέκειτο. Καὶ ὁ Καλλί ας, Τί τοῦτ᾿ ,

ἔφη, ὦΦί λιππε; ἀλλ᾿ ἢ ὀδύνη σε εἴ ληφε; Καὶ ὃς ἀναστενάξας εἶ πε· Ναὶ μὰ Δί ᾿ ,

ἔφη, ὦΚαλλί α, μεγάλη γε· ἐπεὶ γὰρ γέλως ἐξ ἀνθρώπων ἀπόλωλεν, ἔρρει τὰ ἐμὰ

πράγματα. Πρόσθεν μὲν γὰρ τούτου ἕνεκα ἐκαλούμην ἐπὶ τὰ δεῖ πνα, ἵ να

4
εὐφραί νοιντο οἱ συνόντες δι᾿ ἐμὲ γελῶντες· νῦν δὲ τί νος ἕνεκα καὶ καλεῖ μέ

τις; Οὔτε γὰρ ἔγωγε σπουδάσαι ἂν δυναί μην μᾶλλον ἤπερ ἀθάνατος γενέσθαι,

οὔτε μὴν ὡς ἀντικληθησόμενος καλεῖ μέ τις, ἐπεὶ πάντες ἴ σασιν ὅτι ἀρχὴν οὐδὲ

νομί ζεται εἰ ς τὴν ἐμὴν οἰ κί αν δεῖ πνον προσφέρεσθαι.

Καὶ ἅμα λέγων ταῦτα ἀπεμύττετό τε καὶ τῇ φωνῇ σαφῶς κλαί ειν ἐφαί νετο.

Πάντες μὲν οὖν παρεμυθοῦντό τε αὐτὸν ὡς αὖθις γελασόμενοι καὶ δειπνεῖ ν

ἐκέλευον, Κριτόβουλος δὲ καὶ ἐξεκάγχασεν ἐπὶ τῷοἰ κτισμῷαὐτοῦ. ῾ Ο δ᾿ ὡς

ᾔσθετο τοῦ γέλωτος, ἀνεκαλύψατό τε καὶ τῇ ψυχῇ παρακελευσάμενος θαρρεῖ ν,

ὅτι ἔσονται συμβολαί , πάλιν ἐδεί πνει.

῾ Ως δ᾿ ἀφῃρέθησαν αἱ τράπεζαι καὶ ἔσπεισάν τε καὶ ἐπαιάνισαν, ἔρχεται αὐτοῖ ς

ἐπὶ κῶμον Συρακόσιός τις ἄνθρωπος, ἔχων τε αὐλητρί δα ἀγαθὴν καὶ ὀρχηστρί δα

τῶν τὰ θαύματα δυναμένων ποιεῖ ν, καὶ παῖ δα πάνυ γε ὡραῖ ον καὶ πάνυ καλῶς

κιθαρί ζοντα καὶ ὀρχούμενον. Ταῦτα δὲ καὶ ἐπιδεικνὺς ὡς ἐν θαύματι ἀργύριον

ἐλάμβανεν.

5
᾿ Επεὶ δὲ αὐτοῖ ς ἡ αὐλητρὶ ς μὲν ηὔλησεν, ὁ δὲ παῖ ς ἐκιθάρισε, καὶ ἐδόκουν μάλα

ἀμφότεροι ἱ κανῶς εὐφραί νειν, εἶ πεν ὁ Σωκράτης· Νὴ Δί ᾿ , ὦΚαλλί α, τελέως ἡμᾶς

ἑστιᾷς. Οὐ γὰρ μόνον δεῖ πνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ

ἀκροάματα ἥδιστα παρέχεις.

Καὶ ὃς ἔφη· Τί οὖν εἰ καὶ μύρον τις ἡμῖ ν ἐνέγκαι, ἵ να καὶ εὐωδί ᾳ ἑστιώμεθα;

Μηδαμῶς, ἔφη ὁ Σωκράτης. ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικί , ἄλλη δὲ

ἀνδρὶ καλή, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν ἀνδρί , ἄλλη δὲ γυναικὶ πρέπει. Καὶ γὰρ

ἀνδρὸς μὲν δήπου ἕνεκα ἀνὴρ οὐδεὶ ς μύρῳχρί εται. Αἱ μέντοι γυναῖ κες ἄλλως τε

καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ ἡ Κριτοβούλου,

μύρου μὲν τί καὶ προσδέονται; Αὐταὶ γὰρ τούτου ὄζουσιν· ἐλαί ου δὲ τοῦ ἐν

γυμνασί οις ὀσμὴ καὶ παροῦσα ἡδί ων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα.

Καὶ γὰρ δὴ μύρῳμὲν ὁ ἀλειψάμενος καὶ δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον

ὄζει· αἱ δ᾿ ἀπὸ τῶν ἐλευθερί ων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν

καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖ αί τε καὶ ἐλευθέριοι ἔσεσθαι.

6
Καὶ ὁ Λύκων εἶ πεν· Οὐκοῦν νέοις μὲν ἂν εἴ η ταῦτα· ἡμᾶς δὲ τοὺς μηκέτι

γυμναζομένους τί νος ὄζειν δεήσει;

Καλοκἀγαθί ας νὴ Δί ᾿ , ἔφη ὁ Σωκράτης.

Καὶ πόθεν ἄν τις τοῦτο τὸ χρῖ μα λάβοι;

Οὐ μὰ Δί ᾿ , ἔφη, οὐ παρὰ τῶν μυροπωλῶν.

᾿ Αλλὰ πόθεν δή;

῾ Ο μὲν Θέογνις ἔφη·"᾿ Εσθλῶν μὲν γὰρ ἀπ᾿ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖ σι

συμμί σγῃς, ἀπολεῖ ς καὶ τὸν ἐόντα νόον."

Καὶ ὁ Λύκων εἶ πεν· ᾿ Ακούεις ταῦτα, ὦυἵ ε;

Ναὶ μὰ Δί ᾿ , ἔφη ὁ Σωκράτης, καὶ χρῆταί γε. ᾿ Επεὶ γοῦν νικηφόρος ἐβούλετο τοῦ

παγκρατί ου γενέσθαι, σὺν σοὶ σκεψάμενος, [ὄς ἔδοξεν αύτῷκράτιστος εἴ ναι

παιδοτρί βης, τοῦτον εἷ λετο, νῦν δ᾿ αὖ, ἐαν βούληται τῇ ἀρετῇ διαφέρειν] ὃς ἂν

δοκῇ αὐτῷἱ κανώτατος εἶ ναι εἰ ς [τὸ] ταῦτα ἐπιτηδεῦσαι, τούτῳσυνέσται.

7
᾿ Ενταῦθα δὴ πολλοὶ ἐφθέγξαντο· καὶ ὁ μέν τις αὐτῶν εἶ πε· Ποῦ οὖν εὑρήσει

τούτου διδάσκαλον; ὁ δέ τις ὡς οὐδὲ διδακτὸν τοῦτο εἴ η, ἕτερος δέ τις ὡς εἴ περ τι

καὶ ἄλλο καὶ τοῦτο μαθητόν.

῾ Ο δὲ Σωκράτης ἔφη· Τοῦτο μὲν ἐπειδὴ ἀμφί λογόν ἐστιν, εἰ ς αὖθις ἀποθώμεθα·

νυνὶ δὲ τὰ προκεί μενα ἀποτελῶμεν. ῾ Ορῶγὰρ ἔγωγε τήνδε τὴν ὀρχηστρί δα

ἐφεστηκυῖ αν καὶ τροχούς τινα αὐτῇ προσφέροντα.

᾿ Εκ τούτου δὴ ηὔλει μὲν αὐτῇ ἡ ἑτέρα, παρεστηκὼς δέ τις τῇ ὀρχηστρί δι ἀνεδί δου

τοὺς τροχοὺς μέχρι δώδεκα. ἡ δὲ λαμβάνουσα ἅμα τε ὠρχεῖ το καὶ ἀνερρί πτει

δονουμένους συντεκμαιρομένη ὅσον ἔδει ῥιπτεῖ ν ὕψος ὡς ἐν ῥυθμῷδέχεσθαι

αὐτούς.

Καὶ ὁ Σωκράτης εἶ πεν· ᾿ Εν πολλοῖ ς μέν, ὦἄνδρες, καὶ ἄλλοις δῆλον καὶ ἐν οἷ ς

δ᾿ ἡ παῖ ς ποιεῖ ὅτι ἡ γυναικεί α φύσις οὐδὲν χεί ρων τῆς τοῦ ἀνδρὸς οὖσα

τυγχάνει, γνώμης δὲ καὶ ἰ σχύος δεῖ ται. ὥστε εἴ τις ὑμῶν γυναῖ κα ἔχει, θαρρῶν

διδασκέτω ὅ τι βούλοιτ᾿ ἂν αὐτῇ ἐπισταμένῃ χρῆσθαι.

8
Καὶ ὁ ᾿ Αντισθένης, Πῶς οὖν, ἔφη, ὦΣώκρατες, οὕτω γιγνώσκων οὐ καὶ σὺ

παιδεύεις Ξανθί ππην, ἀλλὰ χρῇ γυναικὶ τῶν οὐσῶν, οἶ μαι δὲ καὶ τῶν

γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτῃ;

ὅτι, ἔφη, ὁρῶκαὶ τοὺς ἱ ππικοὺς βουλομένους γενέσθαι οὐ τοὺς εὐπειθεστάτους

ἀλλὰ τοὺς θυμοειδεῖ ς ἵ ππους κτωμένους. Νομί ζουσι γάρ, ἂν τοὺς τοιούτους

δύνωνται κατέχειν, ῥᾳδί ως τοῖ ς γε ἄλλοις ἵ πποις χρήσεσθαι. Κἀγὼδὴ

βουλόμενος ἀνθρώποις χρῆσθαι καὶ ὁμιλεῖ ν ταύτην κέκτημαι, εὖ εἰ δὼς ὅτι εἰ

ταύτην ὑποί σω, ῥᾳδί ως τοῖ ς γε ἄλλοις ἅπασιν ἀνθρώποις συνέσομαι. Καὶ οὗτος

μὲν δὴ ὁ λόγος οὐκ ἄπο τοῦ σκοποῦ ἔδοξεν εἰ ρῆσθαι.

Μετὰ δὲ τοῦτο κύκλος εἰ σηνέχθη περί μεστος ξιφῶν ὀρθῶν. Εἰ ς οὖν ταῦτα ἡ

ὀρχηστρὶ ς ἐκυβί στα τε καὶ ἐξεκυβί στα ὑπὲρ αὐτῶν. ὥστε οἱ μὲν θεώμενοι

ἐφοβοῦντο μή τι πάθῃ, ἡ δὲ θαρρούντως τε καὶ ἀσφαλῶς ταῦτα διεπράττετο.

Καὶ ὁ Σωκράτης καλέσας τὸν ᾿ Αντισθένην εἶ πεν· Οὔτοι τούς γε θεωμένους τάδε

ἀντιλέξειν ἔτι οἴ ομαι, ὡς οὐχὶ καὶ ἡ ἀνδρεί α διδακτόν, ὁπότε αὕτη καί περ γυνὴ

οὖσα οὕτω τολμηρῶς εἰ ς τὰ ξί φη ἵ εται.

9
Καὶ ὁ ᾿ Αντισθένης εἶ πεν· ᾿ Αρ᾿ οὖν καὶ τῷδε τῷΣυρακοσί ῳκράτιστον

ἐπιδεί ξαντι τῇ πόλει τὴν ὀρχηστρί δα εἰ πεῖ ν, ἐὰν διδῶσιν αὐτῷ᾿ Αθηναῖ οι

χρήματα, ποιήσειν πάντας ᾿ Αθηναί ους τολμᾶν ὁμόσε ταῖ ς λόγχαις ἰ έναι;

Καὶ ὁ Φί λιππος, Νὴ Δί ᾿ , ἔφη, καὶ μὴν ἔγωγε ἡδέως ἂν θεῴμην Πεί σανδρον τὸν

δημηγόρον μανθάνοντα κυβιστᾶν εἰ ς τὰς μαχαί ρας, ὃς νῦν διὰ τὸ μὴ δύνασθαι

λόγχαις ἀντιβλέπειν οὐδὲ συστρατεύεσθαι ἐθέλει.

ἐκ τούτου ὁ παῖ ς ὠρχήσατο. Καὶ ὁ Σωκράτης εἶ πεν· Εἴ δετ᾿ , ἔφη, ὡς καλὸς [ὁ]

παῖ ς ὢν ὅμως σὺν τοῖ ς σχήμασιν ἔτι καλλί ων φαί νεται ἢ ὅταν ἡσυχί αν ἔχῃ; Καὶ ὁ

Χαρμί δης εἶ πεν· ᾿ Επαινοῦντι ἔοικας τὸν ὀρχηστοδιδάσκαλον.

Ναὶ μὰ τὸν Δί ᾿ , ἔφη ὁ Σωκράτης· καὶ γὰρ ἄλλο τι προσενενόησα, ὅτι οὐδὲν ἀργὸν

τοῦ σώματος ἐν τῇ ὀρχήσει ἦν, ἀλλ᾿ ἅμα καὶ τράχηλος καὶ σκέλη καὶ χεῖ ρες

ἐγυμνάζοντο, ὥσπερ χρὴ ὀρχεῖ σθαι τὸν μέλλοντα εὐφορώτερον τὸ σῶμα ἕξειν.

Καὶ ἐγὼμέν, ἔφη, πάνυ ἂν ἡδέως, ὦΣυρακόσιε, μάθοιμι τὰ σχήματα παρὰ σοῦ.

Καὶ ὅς,

10
Τί οὖν χρήσῃ αὐτοῖ ς; ἔφη. ᾿ Ορχήσομαι νὴ Δί α. ᾿ Ενταῦθα δὴ ἐγέλασαν ἅπαντες.

Καὶ ὁ Σωκράτης μάλα ἐσπουδακότι τῷπροσώπῳ, Γελᾶτε, ἔφη, ἐπ᾿ ἐμοί ; Πότερον

ἐπὶ τούτῳεἰ βούλομαι γυμναζόμενος μᾶλλον ὑγιαί νειν ἢ εἰ ἥδιον ἐσθί ειν καὶ

καθεύδειν ἢ εἰ [διὰ] τοιούτων γυμνασί ων ἐπιθυμῶ, μὴ ὥσπερ οἱ δολιχοδρόμοι τὰ

σκέλη μὲν παχύνονται, τοὺς ὤμους δὲ λεπτύνονται, μηδ᾿ ὥσπερ οἱ πύκται τοὺς

μὲν ὤμους παχύνονται, τὰ δὲ σκέλη λεπτύνονται, ἀλλὰ παντὶ διαπονῶν τῷσώματι

πᾶν ἰ σόρροπον ποιεῖ ν; ἢ ἐπ᾿ ἐκεί νῳγελᾶτε, ὅτι οὐ δεήσει με συγγυμναστὴν

ζητεῖ ν, οὐδ᾿ ἐν ὄχλῳπρεσβύτην ὄντα ἀποδύεσθαι, ἀλλ᾿ ἀρκέσει μοι οἶ κος

ἑπτάκλινος, ὥσπερ καὶ νῦν τῷδε τῷπαιδὶ ἤρκεσε τόδε τὸ οἴ κημα ἐνιδρῶσαι, καὶ

χειμῶνος μὲν ἐν στέγῃ γυμνάσομαι, ὅταν δὲ ἄγαν καῦμα ᾖ, ἐν σκιᾷ; ἢ τόδε γελᾶτε,

εἰ μεί ζω τοῦ καιροῦ τὴν γαστέρα ἔχων μετριωτέραν βούλομαι ποιῆσαι αὐτήν; ἢ

οὐκ ἴ στε ὅτι ἔναγχος ἕωθεν Χαρμί δης οὑτοσὶ κατέλαβέ με ὀρχούμενον;

Ναὶ μὰ τὸν Δί ᾿ , ἔφη ὁ Χαρμί δης· καὶ τὸ μέν γε πρῶτον ἐξεπλάγην καὶ ἔδεισα μὴ

μαί νοιο· ἐπεὶ δέ σου ἤκουσα ὅμοια οἷ ς νῦν λέγεις, καὶ αὐτὸς ἐλθὼν οἴ καδε

11
ὠρχούμην μὲν οὔ, οὐ γὰρ πώποτε τοῦτ᾿ ἔμαθον, ἐχειρονόμουν δέ· ταῦτα γὰρ

ἠπιστάμην.

Νὴ Δί ᾿ , ἔφη ὁ Φί λιππος, καὶ γὰρ οὖν οὕτω τὰ σκέλη τοῖ ς ὤμοις φαί νει ἰ σοφόρα

ἔχειν ὥστε δοκεῖ ς ἐμοί , κἂν εἰ τοῖ ς ἀγορανόμοις ἀφισταί ης ὥσπερ ἄρτους τὰ

κάτω πρὸς τὰ ἄνω, ἀζήμιος ἂν γενέσθαι.

Καὶ ὁ Καλλί ας εἶ πεν· ᾿ Ω Σώκρατες, ἐμὲ μὲν παρακάλει, ὅταν μέλλῃς μανθάνειν

ὀρχεῖ σθαι, ἵ να σοι ἀντιστοιχῶτε καὶ συμμανθάνω.

῎ Αγε δή, ἔφη ὁ Φί λιππος, καὶ ἐμοὶ αὐλησάτω, ἵ να καὶ ἐγὼὀρχήσωμαι. ᾿ Επειδὴ

δ᾿ ἀνέστη, διῆλθε μιμούμενος τήν τε τοῦ παιδὸς καὶ τὴν τῆς παιδὸς ὄρχησιν. Καὶ

πρῶτον μὲν ὅτι ἐπῄνεσαν ὡς ὁ παῖ ς σὺν τοῖ ς σχήμασιν ἔτι καλλί ων ἐφαί νετο,

ἀνταπέδειξεν ὅ τι κινοί η τοῦ σώματος ἅπαν τῆς φύσεως γελοιότερον·

ὅτι δ᾿ ἡ παῖ ς εἰ ς τοὔπισθεν καμπτομένη τροχοὺς ἐμιμεῖ το, ἐκεῖ νος ταὐτὰ εἰ ς τὸ

ἔμπροσθεν ἐπικύπτων μιμεῖ σθαι τροχοὺς ἐπειρᾶτο. Τέλος δ᾿ ὅτι τὸν παῖ δ᾿

ἐπῄνουν ὡς ἐν τῇ ὀρχήσει ἅπαν τὸ σῶμα γυμνάζοι, κελεύσας τὴν αὐλητρί δα

θάττονα ῥυθμὸν ἐπάγειν ἵ ει ἅμα πάντα καὶ σκέλη καὶ χεῖ ρας καὶ κεφαλήν.

12
᾿ Επειδὴ δὲ ἀπειρήκει, κατακλινόμενος εἶ πε· Τεκμήριον, ὦἄνδρες, ὅτι καλῶς

γυμνάζει καὶ τὰ ἐμὰ ὀρχήματα. "᾿ Εγὼγοῦν διψῶ· καὶ ὁ παῖ ς ἐγχεάτω μοι τὴν

μεγάλην φιάλην.

- Νὴ Δί ᾿ , ἔφη ὁ Καλλί ας, καὶ ἡμῖ ν γε, ἐπεὶ καὶ ἡμεῖ ς διψῶμεν ἐπὶ σοὶ

γελῶντες."

῾ Ο δ᾿ αὖ Σωκράτης εἶ πεν· ᾿ Αλλὰ πί νειν μέν, ὦἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ · τῷ

γὰρ ὄντι ὁ οἶ νος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας, ὥσπερ ὁ μανδραγόρας τοὺς

ἀνθρώπους, κοιμί ζει, τὰς δὲ φιλοφροσύνας, ὥσπερ ἔλαιον φλόγα, ἐγεί ρει. Δοκεῖ

μέντοι μοι καὶ τὰ τῶν ἀνδρῶν σώματα ταὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ

φυομένων. καὶ γὰρ ἐκεῖ να, ὅταν μὲν ὁ θεὸς αὐτὰ ἄγαν ἁθρόως ποτί ζῃ, οὐ

δύναται ὀρθοῦσθαι οὐδὲ ταῖ ς αὔραις διαπνεῖ σθαι· ὅταν δ᾿ ὅσῳἥδεται τοσοῦτον

πί νῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖ ται εἰ ς τὴν καρπογονί αν.

Οὕτω δὲ καὶ ἡμεῖ ς ἂν μὲν ἁθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῖ ν καὶ τὰ σώματα

καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδὲ ἀναπνεῖ ν, μὴ ὅτι λέγειν τι δυνησόμεθα· ἂν

δὲ ἡμῖ ν οἱ παῖ δες μικραῖ ς κύλιξι πυκνὰ ἐπιψακάζωσιν, ἵ να καὶ ἐγὼἐν

13
Γοργιεί οις ῥήμασιν εἴ πω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴ νου ἀλλ᾿

ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα.

᾿ Εδόκει μὲν δὴ ταῦτα πᾶσι· προσέθηκε δὲ ὁ Φί λιππος ὡς χρὴ τοὺς οἰ νοχόους

μιμεῖ σθαι τοὺς ἀγαθοὺς ἁρματηλάτας, θᾶττον περιελαύνοντας τὰς κύλικας.

Οἱ μὲν δὴ οἰ νοχόοι οὕτως ἐποί ουν. ᾿ Εκ δὲ τούτου συνηρμοσμένῃ τῇ λύρᾳ πρὸς

τὸν αὐλὸν ἐκιθάρισεν ὁ παῖ ς καὶ ᾖσεν.

ἔνθα δὴ ἐπῄνεσαν μὲν ἅπαντες· ὁ δὲ Χαρμί δης καὶ εἶ πεν· ᾿ Αλλ᾿ ἐμοὶ μὲν δοκεῖ ,

ὦἄνδρες, ὥσπερ Σωκράτης ἔφη τὸν οἶ νον, οὕτως καὶ αὕτη ἡ κρᾶσις τῶν τε

παί δων τῆς ὥρας καὶ τῶν φθόγγων τὰς μὲν λύπας κοιμί ζειν, τὴν δ᾿ ἀφροδί την

ἐγεί ρειν. ᾿ Εκ τούτου δὲ πάλιν εἶ πεν ὁ Σωκράτης· Οὗτοι μὲν δή, ὦἄνδρες, ἱ κανοὶ

τέρπειν ἡμᾶς φαί νονται· ἡμεῖ ς δὲ τούτων οἶ δ᾿ ὅτι πολὺ βελτί ονες οἰ όμεθα

εἶ ναι· οὐκ αἰ σχρὸν οὖν εἰ μήδ᾿ ἐπιχειρήσομεν συνόντες ὠφελεῖ ν τι ἢ εὐφραί νειν

ἀλλήλους;

14
᾿ Εντεῦθεν εἶ παν πολλοί · Σὺ τοί νυν ἡμῖ ν ἐξηγοῦ ποί ων λόγων ἁπτόμενοι μάλιστ᾿

ἂν ταῦτα ποιοῖ μεν.

᾿ Εγὼμὲν τοί νυν, ἔφη, ἥδιστ᾿ ἂν ἀπολάβοιμι παρὰ Καλλί ου τὴν ὑπόσχεσιν. ἔφη

γὰρ δήπου, εἰ συνδειπνοῖ μεν, ἐπιδεί ξειν τὴν αὑτοῦ σοφί αν. Καὶ ἐπιδεί ξω γε,

ἔφη, ἐὰν καὶ ὑμεῖ ς ἅπαντες εἰ ς μέσον φέρητε ὅ τι ἕκαστος ἐπί στασθε ἀγαθόν.

᾿ Αλλ᾿ οὐδεί ς σοι, ἔφη, ἀντιλέγει τὸ μὴ οὐ λέξειν ὅ τι ἕκαστος ἡγεῖ ται πλεί στου

ἄξιον ἐπί στασθαι. ᾿ Εγὼμὲν τοί νυν, ἔφη, λέγω ὑμῖ ν ἐφ᾿ ᾧμέγιστον φρονῶ.

᾿ Ανθρώπους γὰρ οἶ μαι ἱ κανὸς εἶ ναι βελτί ους ποιεῖ ν. Καὶ ὁ ᾿ Αντισθένης εἶ πε·

Πότερον τέχνην τινὰ βαναυσικὴν ἢ καλοκἀγαθί αν διδάσκων;

Εἰ καλοκἀγαθί α ἐστὶ ν ἡ δικαιοσύνη.

Νὴ Δί ᾿ , ἔφη ὁ ᾿ Αντισθένης, ἥ γε ἀναμφιλογωτάτη· ἐπεί τοι ἀνδρεί α μὲν καὶ

σοφί α ἔστιν ὅτε βλαβερὰ καὶ φί λοις καὶ πόλει δοκεῖ εἶ ναι, ἡ δὲ δικαιοσύνη

οὐδὲ καθ᾿ ἓν συμμί γνυται τῇ ἀδικί ᾳ.

15
᾿ Επειδὰν τοί νυν καὶ ὑμῶν ἕκαστος εἴ πῃ ὅ τι ὠφέλιμον ἔχει, τότε κἀγὼοὐ

φθονήσω εἰ πεῖ ν τὴν τέχνην δι᾿ ἧς τοῦτο ἀπεργάζομαι. ᾿ Αλλὰ σὺ αὖ, ἔφη, λέγε, ὦ

Νικήρατε, ἐπὶ ποί ᾳ ἐπιστήμῃ μέγα φρονεῖ ς.

Καὶ ὃς εἶ πεν· ῾ Ο πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοί μην ἠνάγκασέ

με πάντα τὰ ῾ Ομήρου ἔπη μαθεῖ ν· καὶ νῦν δυναί μην ἂν ᾿ Ιλιάδα ὅλην καὶ

᾿ Οδύσσειαν ἀπὸ στόματος εἰ πεῖ ν.

᾿ Εκεῖ νο δ᾿ , ἔφη ὁ ᾿ Αντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες

ἐπί στανται ταῦτα τὰ ἔπη; Καὶ πῶς ἄν, ἔφη, λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλί γου

ἀν᾿ ἑκάστην ἡμέραν; Οἶ σθά τι οὖν ἔθνος, ἔφη, ἠλιθιώτερον ῥαψῳδῶν;

Οὐ μὰ τὸν Δί ᾿ , ἔφη ὁ Νικήρατος, οὔκουν ἔμοιγε δοκῶ.

Δῆλον γάρ, ἔφη ὁ Σωκράτης, ὅτι τὰς ὑπονοί ας οὐκ ἐπί στανται. Σὺ δὲ Στησιμβρότῳ

τε καὶ ᾿ Αναξιμάνδρῳκαὶ ἄλλοις πολλοῖ ς πολὺ δέδωκας ἀργύριον, ὥστε οὐδέν σε

τῶν πολλοῦ ἀξί ων λέληθε. Τί γὰρ σύ, ἔφη, ὦΚριτόβουλε, ἐπὶ τί νι μέγιστον

φρονεῖ ς;

᾿ Επὶ κάλλει, ἔφη.

16
᾿ Η οὖν καὶ σύ, ἔφη ὁ Σωκράτης, ἕξεις λέγειν ὅτι τῷσῷκάλλει ἱ κανὸς εἶ βελτί ους

ἡμᾶς ποιεῖ ν;

Εἰ δὲ μή, δῆλόν γε ὅτι φαῦλος φανοῦμαι.

Τί γὰρ σύ, εἶ πεν, ἐπὶ τί νι μέγα φρονεῖ ς, ὦ᾿ Αντί σθενες;

᾿ Επὶ πλούτῳ, ἔφη.

῾ Ο μὲν δὴ ῾ Ερμογένης ἀνήρετο εἰ πολὺ εἴ η αὐτῷἀργύριον.

῾ Ο δὲ ἀπώμοσε μηδὲ ὀβολόν.

᾿ Αλλὰ γῆν πολλὴν κέκτησαι;

῎ Ισως ἄν, ἔφη, Αὐτολύκῳτούτῳἱ κανὴ γένοιτο ἐγκονί σασθαι.

᾿ Ακουστέον ἂν εἴ η καὶ σοῦ.

Τί γὰρ σύ, ἔφη, ὦΧαρμί δη, ἐπὶ τί νι μέγα φρονεῖ ς;

᾿ Εγὼαὖ, ἔφη, ἐπὶ πενί ᾳ μέγα φρονῶ.

Νὴ Δί ᾿ , ἔφη ὁ Σωκράτης, ἐπ᾿ εὐχαρί τῳγε πράγματι. Τοῦτο γὰρ δὴ ἥκιστα μὲν

ἐπί φθονον, ἥκιστα δὲ περιμάχητον, καὶ ἀφύλακτον ὂν σῴζεται καὶ ἀμελούμενον

ἰ σχυρότερον γί γνεται.

17
Σὺ δὲ δή, ἔφη ὁ Καλλί ας, ἐπὶ τί νι μέγα φρονεῖ ς, ὦΣώκρατες;

Καὶ ὃς μάλα σεμνῶς ἀνασπάσας τὸ πρόσωπον, ᾿ Επὶ μαστροπεί ᾳ, εἶ πεν. ᾿ Επεὶ δὲ

ἐγέλασαν ἐπ᾿ αὐτῷ, ῾ Υμεῖ ς μὲν γελᾶτε, ἔφη, ἐγὼδὲ οἶ δ᾿ ὅτι καὶ πάνυ ἂν πολλὰ

χρήματα λαμβάνοιμι, εἰ βουλοί μην χρῆσθαι τῇ τέχνῃ.

Σύ γε μὴν δῆλον, ἔφη ὁ Λύκων τὸν Φί λιππον [προσειπών, ὅτι] ἐπὶ τῷ

γελωτοποιεῖ ν μέγα φρονεῖ ς. Δικαιότερόν γ᾿ , ἔφη, οἴ ομαι, ἢ Καλλιππί δης ὁ

ὑποκριτής, ὃς ὑπερσεμνύνεται ὅτι δύναται πολλοὺς κλαί οντας καθί ζειν.

Οὐκοῦν καὶ σύ, ἔφη ὁ ᾿ Αντισθένης, λέξεις, ὦΛύκων, ἐπὶ τί νι μέγα φρονεῖ ς;

Καὶ ὃς ἔφη· Οὐ γὰρ ἅπαντες ἴ στε, ἔφη, [ὅτι] ἐπὶ τούτῳτῷυἱ εῖ ;

Οὗτός γε μήν, ἔφη τις, δῆλον ὅτι ἐπὶ τῷνικηφόρος εἶ ναι.

Καὶ ὁ Αὐτόλυκος ἀνερυθριάσας εἶ πε· Μὰ Δί ᾿ οὐκ ἔγωγε.

᾿ Επεὶ δὲ ἅπαντες ἡσθέντες ὅτι ἤκουσαν αὐτοῦ φωνήσαντος προσέβλεψαν, ἤρετό

τις αὐτόν· ᾿ Αλλ᾿ ἐπὶ τῷμήν, ὦΑὐτόλυκε;

ὁ δ᾿ εἶ πεν· ᾿ Επὶ τῷπατρί , καὶ ἅμα ἐνεκλί θη αὐτῷ.

Καὶ ὁ Καλλί ας ἰ δών, ᾿ Αρ᾿ οἶ σθα, ἔφη, ὦΛύκων, ὅτι πλουσιώτατος εἶ ἀνθρώπων;

18
Μὰ Δί ᾿ , ἔφη, τοῦτο μέντοι ἐγὼοὐκ οἶ δα.

᾿ Αλλὰ λανθάνει σε ὅτι οὐκ ἂν δέξαιο τὰ βασιλέως χρήματα ἀντὶ τοῦ υἱ οῦ;

᾿ Επ᾿ αὐτοφώρῳεἴ λημμαι, ἔφη, πλουσιώτατος, ὡς ἔοικεν, ἀνθρώπων ὤν.

Σὺ δέ, ἔφη ὁ Νικήρατος, ὦ῾ Ερμόγενες, ἐπὶ τί νι μάλιστα ἀγάλλῃ;

Καὶ ὅς, ᾿ Επὶ φί λων, ἔφη, ἀρετῇ καὶ δυνάμει, καὶ ὅτι τοιοῦτοι ὄντες ἐμοῦ

ἐπιμέλονται.

᾿ Ενταῦθα τοί νυν πάντες προσέβλεψαν αὐτῷ, καὶ πολλοὶ ἅμα ἤροντο εἰ καὶ

σφί σι δηλώσοι αὐτούς. ῾ Ο δὲ εἶ πεν ὅτι οὐ φθονήσει.

᾿ Εκ τούτου ἔλεξεν ὁ Σωκράτης· Οὐκοῦν λοιπὸν ἂν εἴ η ἡμῖ ν ἃ ἕκαστος ὑπέσχετο

ἀποδεικνύναι ὡς πολλοῦ ἄξιά ἐστιν. ᾿ Ακούοιτ᾿ ἄν, ἔφη ὁ Καλλί ας, ἐμοῦ πρῶτον.

᾿ Εγὼγὰρ ἐν τῷχρόνῳᾧὑμῶν ἀκούω ἀπορούντων τί τὸ δί καιον, ἐν τούτῳ

δικαιοτέρους τοὺς ἀνθρώπους ποιῶ.

19
Καὶ ὁ Σωκράτης, Πῶς, ὦλῷστε; ἔφη. Διδοὺς νὴ Δί ᾿ ἀργύριον. Καὶ ὁ ᾿ Αντισθένης

ἐπαναστὰς μάλα ἐλεγκτικῶς αὐτὸν ἐπήρετο· Οἱ δὲ ἄνθρωποι, ὦΚαλλί α, πότερον

ἐν ταῖ ς ψυχαῖ ς ἢ ἐν τῷβαλαντί ῳτὸ δί καιόν σοι δοκοῦσιν ἔχειν;

᾿ Εν ταῖ ς ψυχαῖ ς, ἔφη.

Κἄπειτα σὺ εἰ ς τὸ βαλάντιον διδοὺς ἀργύριον τὰς ψυχὰς δικαιοτέρους ποιεῖ ς;

Μάλιστα.

Πῶς;

῞ Οτι διὰ τὸ εἰ δέναι ὡς ἔστιν ὅτου πριάμενοι τὰ ἐπιτήδεια ἕξουσιν οὐκ ἐθέλουσι

κακουργοῦντες κινδυνεύειν.

᾿ Η καί σοι, ἔφη, ἀποδιδόασιν ὅ τι ἂν λάβωσι;

Μὰ τὸν Δί ᾿ , ἔφη, οὐ μὲν δή.

Τί δέ, ἀντὶ τοῦ ἀργυρί ου χάριτας;

Οὐ μὰ τὸν Δί ᾿ , ἔφη, οὐδὲ τοῦτο, ἀλλ᾿ ἔνιοι καὶ ἐχθιόνως ἔχουσιν ἢ πρὶ ν λαβεῖ ν.

20
Θαυμαστά γ᾿ , ἔφη ὁ ᾿ Αντισθένης ἅμα εἰ σβλέπων ὡς ἐλέγχων αὐτόν, εἰ πρὸς μὲν

τοὺς ἄλλους δύνασαι δικαί ους [ἂν] ποιεῖ ν αὐτούς, πρὸς δὲ σαυτὸν οὔ.

Καὶ τί τοῦτ᾿ , ἔφη ὁ Καλλί ας, θαυμαστόν; Οὐ καὶ τέκτονάς τε καὶ οἰ κοδόμους

πολλοὺς ὁρᾷς οἳ ἄλλοις μὲν πολλοῖ ς ποιοῦσιν οἰ κί ας, ἑαυτοῖ ς δὲ οὐ δύνανται

ποιῆσαι, ἀλλ᾿ ἐν μισθωταῖ ς οἰ κοῦσι; Καὶ ἀνάσχου μέντοι, ὦσοφιστά,

ἐλεγχόμενος.

Νὴ Δί ᾿ , ἔφη ὁ Σωκράτης, ἀνεχέσθω μέντοι· ἐπεὶ καὶ οἱ μάντεις λέγονται δήπου

ἄλλοις μὲν προαγορεύειν τὸ μέλλον, ἑαυτοῖ ς δὲ μὴ προορᾶν τὸ ἐπιόν.

Οὗτος μὲν δὴ ὁ λόγος ἐνταῦθα ἔληξεν.

᾿ Εκ τούτου δὲ ὁ Νικήρατος, ᾿ Ακούοιτ᾿ ἄν, ἔφη, καὶ ἐμοῦ ἃ ἔσεσθε βελτί ονες, ἂν

ἐμοὶ συνῆτε. ἴ στε γὰρ δήπου ὅτι ῞ Ομηρος ὁ σοφώτατος πεποί ηκε σχεδὸν περὶ

πάντων τῶν ἀνθρωπί νων. ὅστις ἂν οὖν ὑμῶν βούληται ἢ οἰ κονομικὸς ἢ

δημηγορικὸς ἢ στρατηγικὸς γενέσθαι ἢ ὅμοιος ᾿ Αχιλλεῖ ἢ Αἴ αντι ἢ Νέστορι ἢ

᾿ Οδυσσεῖ , ἐμὲ θεραπευέτω. ᾿ Εγὼγὰρ ταῦτα πάντα ἐπί σταμαι.

21
᾿ Η καὶ βασιλεύειν, ἔφη ὁ ᾿ Αντισθένης, ἐπί στασαι, ὅτι οἶ σθα ἐπαινέσαντα αὐτὸν

τὸν ᾿ Αγαμέμνονα ὡς βασιλεύς τε εἴ η ἀγαθὸς κρατερός τ᾿ αἰ χμητής;

Καὶ ναὶ μὰ Δί ᾿ , ἔφη, ἔγωγε ὅτι ἁρματηλατοῦντα δεῖ ἐγγὺς μὲν τῆς στήλης

κάμψαι,

"αὐτὸν δὲ κλινθῆναι ἐυξέστου ἐπὶ δί φρου

ἦκ᾿ ἐπ᾿ ἀριστερὰ τοῖ ιν, ἀτὰρ τὸν δεξιὸν ἵ ππον

κένσαι ὁμοκλήσαντ᾿ εἶ ξαί τέ οἱ ἡνί α χερσί ."

Καὶ πρὸς τούτοις γε ἄλλο οἶ δα, καὶ ὑμῖ ν αὐτί κα μάλ᾿ ἔξεστι πειρᾶσθαι. Εἶ πε

γάρ που ῞ Ομηρος·

᾿ Επὶ δὲ κρόμυον ποτῷὄψον.

᾿ Εὰν οὖν ἐνέγκῃ τις κρόμμυον, αὐτί κα μάλα τοῦτό γε ὠφελημένοι ἔσεσθε· ἥδιον

γὰρ πιεῖ σθε.

22
Καὶ ὁ Χαρμί δης εἶ πεν· ᾿ Ω ἄνδρες, ὁ Νικήρατος κρομμύων ὄζων ἐπιθυμεῖ

οἴ καδε ἐλθεῖ ν, ἵ ν᾿ ἡ γυνὴ αὐτοῦ πιστεύῃ μηδὲ διανοηθῆναι μηδένα ἂν φιλῆσαι

αὐτόν.

Νὴ Δί ᾿ , ἔφη ὁ Σωκράτης, ἀλλ᾿ ἄλλην που δόξαν γελοί αν κί νδυνος ἡμῖ ν

προσλαβεῖ ν. ὄψον μὲν γὰρ δὴ ὄντως ἔοικεν εἶ ναι, ὡς κρόμμυόν γε οὐ μόνον

σῖ τον ἀλλὰ καὶ ποτὸν ἡδύνει. Εἰ δὲ δὴ τοῦτο καὶ μετὰ δεῖ πνον τρωξόμεθα, ὅπως

μὴ φήσῃ τις ἡμᾶς πρὸς Καλλί αν ἐλθόντας ἡδυπαθεῖ ν.

Μηδαμῶς, ἔφη, ὦΣώκρατες. Εἰ ς μὲν γὰρ μάχην ὁρμωμένῳκαλῶς ἔχει κρόμμυον

ὑποτρώγειν, ὥσπερ ἔνιοι τοὺς ἀλεκτρυόνας σκόροδα σιτί σαντες συμβάλλουσιν·

ἡμεῖ ς δὲ ἴ σως βουλευόμεθα ὅπως φιλήσομέν τινα μᾶλλον ἢ μαχούμεθα.

Καὶ οὗτος μὲν δὴ ὁ λόγος οὕτω πως ἐπαύσατο. ῾ Ο δὲ Κριτόβουλος, Οὐκοῦν αὖ ἐγὼ

λέξω, ἔφη, ἐξ ὧν ἐπὶ τῷκάλλει μέγα φρονῶ. Λέγε, ἔφασαν.

Εἰ μὲν τοί νυν μὴ καλός εἰ μι, ὡς οἴ ομαι, ὑμεῖ ς ἂν δικαί ως ἀπάτης δί κην

ὑπέχοιτε· οὐδενὸς γὰρ ὁρκί ζοντος ἀεὶ ὀμνύοντες καλόν μέ φατε εἶ ναι. Κἀγὼ

μέντοι πιστεύω. Καλοὺς γὰρ καὶ ἀγαθοὺς ὑμᾶς ἄνδρας νομί ζω. Εἰ δ᾿ εἰ μί τε τῷ

23
ὄντι καλὸς καὶ ὑμεῖ ς τὰ αὐτὰ πρὸς ἐμὲ πάσχετε οἷ άπερ ἐγὼπρὸς τὸν ἐμοὶ

δοκοῦντα καλὸν εἶ ναι, ὄμνυμι πάντας θεοὺς μὴ ἑλέσθαι ἂν τὴν βασιλέως ἀρχὴν

ἀντὶ τοῦ καλὸς εἶ ναι. Νῦν γὰρ ἐγὼΚλεινί αν ἥδιον μὲν θεῶμαι ἢ τἆλλα πάντα τὰ ἐν

ἀνθρώποις καλά· τυφλὸς δὲ τῶν ἄλλων ἁπάντων μᾶλλον δεξαί μην ἂν εἶ ναι ἢ

Κλεινί ου ἑνὸς ὄντος· ἄχθομαι δὲ καὶ νυκτὶ καὶ ὕπνῳὅτι ἐκεῖ νον οὐχ ὁρῶ, ἡμέρᾳ

δὲ καὶ ἡλί ῳτὴν μεγί στην χάριν οἶ δα ὅτι μοι Κλεινί αν ἀναφαί νουσιν.

ἄξιόν γε μὴν ἡμῖ ν τοῖ ς καλοῖ ς καὶ ἐπὶ τοῖ σδε μέγα φρονεῖ ν, ὅτι τὸν μὲν ἰ σχυρὸν

πονοῦντα δεῖ κτᾶσθαι τἀγαθὰ καὶ τὸν ἀνδρεῖ ον κινδυνεύοντα, τὸν δέ γε σοφὸν

λέγοντα· ὁ δὲ καλὸς καὶ ἡσυχί αν ἔχων πάντ᾿ ἂν διαπράξαιτο. ᾿ Εγὼγοῦν καί περ

εἰ δὼς ὅτι χρήματα ἡδὺ κτῆμα ἥδιον μὲν ἂν Κλεινί ᾳ τὰ ὄντα διδοί ην ἢ ἕτερα παρ᾿

ἄλλου λαμβάνοιμι, ἥδιον δ᾿ ἂν δουλεύοιμι ἢ ἐλεύθερος εἴ ην, εἴ μου Κλεινί ας

ἄρχειν ἐθέλοι. Καὶ γὰρ πονοί ην ἂν ῥᾷον ἐκεί νῳἢ ἀναπαυοί μην, καὶ

κινδυνεύοιμ᾿ ἂν πρὸ ἐκεί νου ἥδιον ἢ ἀκί νδυνος ζῴην. ὥστε εἰ σύ, ὦΚαλλί α, μέγα

φρονεῖ ς ὅτι δικαιοτέρους δύνασαι ποιεῖ ν, ἐγὼπρὸς πᾶσαν ἀρετὴν δικαιότερος

σοῦ εἰ μι ἄγων ἀνθρώπους. Διὰ γὰρ τὸ ἐμπνεῖ ν τι ἡμᾶς τοὺς καλοὺς τοῖ ς ἐρωτικοῖ ς

24
ἐλευθεριωτέρους μὲν αὐτοὺς ποιοῦμεν εἰ ς χρήματα, φιλοπονωτέρους δὲ καὶ

φιλοκαλωτέρους ἐν τοῖ ς κινδύνοις, καὶ μὴν αἰ δημονεστέρους τε καὶ

ἐγκρατεστέρους, οἵ γε καὶ ὧν δέονται μάλιστα ταῦτ᾿ αἰ σχύνονται. Μαί νονται

δὲ καὶ οἱ μὴ τοὺς καλοὺς στρατηγοὺς αἱ ρούμενοι. ᾿ Εγὼγοῦν μετὰ Κλεινί ου κἂν

διὰ πυρὸς ἰ οί ην· οἶ δα δ᾿ ὅτι καὶ ὑμεῖ ς μετ᾿ ἐμοῦ.

ὥστε μηκέτι ἀπόρει, ὦΣώκρατες, εἴ τι τοὐμὸν κάλλος ἀνθρώπους ὠφελήσει.

᾿ Αλλ᾿ οὐδὲ μέντοι ταύτῃ γε ἀτιμαστέον τὸ κάλλος ὡς ταχὺ παρακμάζον, ἐπεὶ

ὥσπερ γε παῖ ς γί γνεται καλός, οὕτω καὶ μειράκιον καὶ ἀνὴρ καὶ πρεσβύτης.

Τεκμήριον δέ· θαλλοφόρους γὰρ τῇ ᾿ Αθηνᾷ τοὺς καλοὺς γέροντας ἐκλέγονται, ὡς

συμπαρομαρτοῦντος πάσῃ ἡλικί ᾳ τοῦ κάλλους.

Εἰ δὲ ἡδὺ τὸ παρ᾿ ἑκόντων διαπράττεσθαι ὧν τις δέοιτο, εὖ οἶ δ᾿ ὅτι καὶ νυνὶ

θᾶττον ἂν ἐγὼκαὶ σιωπῶν πεί σαιμι τὸν παῖ δα τόνδε καὶ τὴν παῖ δα φιλῆσαί με ἢ

σύ, ὦΣώκρατες, εἰ καὶ πάνυ πολλὰ καὶ σοφὰ λέγοις.

Τί τοῦτο; ἔφη ὁ Σωκράτης· ὡς γὰρ καὶ ἐμοῦ καλλί ων ὢν ταῦτα κομπάζεις.

25
Νὴ Δί ᾿ , ἔφη ὁ Κριτόβουλος, ἢ πάντων Σειληνῶν τῶν ἐν τοῖ ς σατυρικοῖ ς

αἴ σχιστος ἂν εἴ ην. [ὁ δὲ Σωκράτης καὶ ἐτύγχανε προσεμφερὴς τούτοις ὤν.]

῎ Αγε νυν, ἔφη ὁ Σωκράτης, ὅπως μεμνήσῃ διακριθῆναι περὶ τοῦ κάλλους,

ἐπειδὰν οἱ προκεί μενοι λόγοι περιέλθωσι. Κρινάτω δ᾿ ἡμᾶς μὴ ᾿ Αλέξανδρος ὁ

Πριάμου, ἀλλ᾿ αὐτοὶ οὗτοι οὕσπερ σὺ οἴ ει ἐπιθυμεῖ ν σε φιλῆσαι.

Κλεινί ᾳ δ᾿ , ἔφη, ὦΣώκρατες, οὐκ ἂν ἐπιτρέψαις;

Καὶ ὃς εἶ πεν· Οὐ γὰρ παύσῃ σὺ Κλεινί ου μεμνημένος;

῍ Αν δὲ μὴ ὀνομάζω, ἧττόν τί με οἴ ει μεμνῆσθαι αὐτοῦ; Οὐκ οἶ σθα ὅτι οὕτω σαφὲς

ἔχω εἴ δωλον αὐτοῦ ἐν τῇ ψυχῇ ὡς εἰ πλαστικὸς ἢ ζωγραφικὸς ἦν, οὐδὲν ἂν ἧττον

ἐκ τοῦ εἰ δώλου ἢ πρὸς αὐτὸν ὁρῶν ὅμοιον αὐτῷἀπειργασάμην;

Καὶ ὁ Σωκράτης ὑπέλαβε· Τί δῆτα οὕτως ὅμοιον εἴ δωλον ἔχων πράγματά μοι

παρέχεις ἄγεις τε αὐτὸν ὅπου ὄψει;

῞ Οτι, ὦΣώκρατες, ἡ μὲν αὐτοῦ ὄψις εὐφραί νειν δύναται, ἡ δὲ τοῦ εἰ δώλου τέρψιν

μὲν οὐ παρέχει, πόθον δὲ ἐμποιεῖ .

26
Καὶ ὁ ῾ Ερμογένης εἶ πεν· ᾿ Αλλ᾿ ἐγώ, ὦΣώκρατες, οὐδὲ πρὸς σοῦ ποιῶτὸ περιιδεῖ ν

Κριτόβουλον οὕτως ὑπὸ τοῦ ἔρωτος ἐκπλαγέντα.

Δοκεῖ ς γάρ, ἔφη ὁ Σωκράτης, ἐξ οὗ ἐμοὶ σύνεστιν οὕτω διατεθῆναι αὐτόν;

Αλλὰ πότε μήν;

᾿ Οὐχ ὁρᾷς ὅτι τούτῳμὲν παρὰ τὰ ὦτα ἄρτι ἴ ουλος καθέρπει, Κλεινί ᾳ δὲ πρὸς τὸ

ὄπισθεν ἤδη ἀναβαί νει; Οὗτος οὖν συμφοιτῶν εἰ ς ταὐτὸ διδασκαλεῖ ον ἐκεί νῳ

τότε ἰ σχυρῶς προσεκαύθη. ἃ δὴ αἰ σθόμενος ὁ πατὴρ παρέδωκέ μοι αὐτόν, εἴ τι

δυναί μην ὠφελῆσαι. Καὶ μέντοι πολὺ βέλτιον ἤδη ἔχει. Πρόσθεν μὲν γάρ, ὥσπερ

οἱ τὰς Γοργόνας θεώμενοι, λιθί νως ἔβλεπε πρὸς αὐτὸν καὶ [λιθί νως] οὐδαμοῦ

ἀπῄει ἀπ᾿ αὐτοῦ· νῦν δὲ ἤδη εἶ δον αὐτὸν καὶ σκαρδαμύξαντα. Καί τοι νὴ τοὺς

θεούς, ὦἄνδρες, δοκεῖ μοί γ᾿ , ἔφη, ὡς ἐν ἡμῖ ν αὐτοῖ ς εἰ ρῆσθαι, οὗτος καὶ

πεφιληκέναι τὸν Κλεινί αν· οὗ ἔρωτος οὐδέν ἐστι δεινότερον ὑπέκκαυμα. Καὶ

γὰρ ἄπληστον καὶ ἐλπί δας τινὰς γλυκεί ας παρέχει. [ἴ σως δὲ καὶ διὰ τὸ μόνον

πάντων ἔργων τὸ τοῖ ς σώμασι συμψαύειν ὁμώνυμον εἶ ναι τῷταῖ ς ψυχαῖ ς

27
φιλεῖ σθαι ἐντιμότερόν ἐστιν.] οὗ ἕνεκα ἀφεκτέον ἐγώφημι εἶ ναι φιλημάτων

[τῶν] ὡραί ων τῷσωφρονεῖ ν δυνησομένῳ. Καὶ ὁ Χαρμί δης εἶ πεν·

᾿ Αλλὰ τί δή ποτε, ὦΣώκρατες, ἡμᾶς μὲν οὕτω τοὺς φί λους μορμολύττῃ ἀπὸ τῶν

καλῶν, αὐτὸν δέ σε, ἔφη, ἐγὼεἶ δον ναὶ μὰ τὸν ᾿ Απόλλω, ὅτε παρὰ τῷ

γραμματιστῇ ἐν τῷαὐτῷβιβλί ῳἀμφότεροι ἐμαστεύετέ τι, τὴν κεφαλὴν πρὸς τῇ

κεφαλῇ καὶ τὸν ὦμον γυμνὸν πρὸς γυμνῷτῷΚριτοβούλου ὤμῳἔχοντα.

Καὶ ὁ Σωκράτης, Φεῦ, ἔφη, ταῦτ᾿ ἄρα[, ἔφη,] ἐγὼὥσπερ ὑπὸ θηρί ου τινὸς

δεδηγμένος τόν τε ὦμον πλεῖ ν ἢ πέντε ἡμέρας ὤδαξον καὶ ἐν τῇ καρδί ᾳ ὥσπερ

κνῆσμά τι ἐδόκουν ἔχειν. ᾿ Αλλὰ νῦν τοί σοι, ἔφη, ὦΚριτόβουλε, ἐναντί ον

τοσούτων μαρτύρων προαγορεύω μὴ ἅπτεσθαί μου πρὶ ν ἂν τὸ γένειον τῇ

κεφαλῇ ὁμοί ως κομήσῃς.

Καὶ οὗτοι μὲν δὴ οὕτως ἀναμὶ ξ ἔσκωψάν τε καὶ ἐσπούδασαν. ῾ Ο δὲ Καλλί ας,

Σὸν μέρος, ἔφη, λέγειν, ὦΧαρμί δη, δι᾿ ὅ τι ἐπὶ πενί ᾳ μέγα φρονεῖ ς.

28
Οὐκοῦν τόδε μέν, ἔφη, ὁμολογεῖ ται, κρεῖ ττον εἶ ναι θαρρεῖ ν ἢ φοβεῖ σθαι καὶ

ἐλεύθερον εἶ ναι μᾶλλον ἢ δουλεύειν καὶ θεραπεύεσθαι μᾶλλον ἢ θεραπεύειν

καὶ πιστεύεσθαι ὑπὸ τῆς πατρί δος μᾶλλον ἢ ἀπιστεῖ σθαι.

᾿ Εγὼτοί νυν ἐν τῇδε τῇ πόλει ὅτε μὲν πλούσιος ἦν πρῶτον μὲν ἐφοβούμην μή τί ς

μου τὴν οἰ κί αν διορύξας καὶ τὰ χρήματα λάβοι καὶ αὐτόν τί με κακὸν

ἐργάσαιτο· ἔπειτα δὲ καὶ τοὺς συκοφάντας ἐθεράπευον, εἰ δὼς ὅτι παθεῖ ν

μᾶλλον κακῶς ἱ κανὸς εἴ ην ἢ ποιῆσαι ἐκεί νους. Καὶ γὰρ δὴ καὶ προσετάττετο μὲν

ἀεί τί μοι δαπανᾶν ὑπὸ τῆς πόλεως, ἀποδημῆσαι δὲ οὐδαμοῦ ἐξῆν. Νῦν δ᾿ ἐπειδὴ

τῶν ὑπερορί ων στέρομαι καὶ τὰ ἔγγεια οὐ καρποῦμαι καὶ τὰ ἐκ τῆς οἰ κί ας

πέπραται, ἡδέως μὲν καθεύδω ἐκτεταμένος, πιστὸς δὲ τῇ πόλει γεγένημαι,

οὐκέτι δὲ ἀπειλοῦμαι, ἀλλ᾿ ἤδη ἀπειλῶἄλλοις, ὡς ἐλευθέρῳτε ἔξεστί μοι καὶ

ἀποδημεῖ ν καὶ ἐπιδημεῖ ν· ὑπανί στανται δέ μοι ἤδη καὶ θάκων καὶ ὁδῶν

ἐξί στανται οἱ πλούσιοι. Καὶ εἰ μὶ νῦν μὲν τυράννῳἐοικώς, τότε δὲ σαφῶς δοῦλος

ἦν· καὶ τότε μὲν ἐγὼφόρον ἀπέφερον τῷδήμῳ, νῦν δὲ ἡ πόλις τέλος φέρουσα

τρέφει με.

29
᾿ Αλλὰ καὶ Σωκράτει, ὅτε μὲν πλούσιος ἦν, ἐλοιδόρουν με ὅτι συνῆν, νῦν δ᾿ ἐπεὶ

πένης γεγένημαι, οὐκέτι οὐδὲν μέλει οὐδενί . Καὶ μὴν ὅτε μέν γε πολλὰ εἶ χον,

ἀεί τι ἀπέβαλλον ἢ ὑπὸ τῆς πόλεως ἢ ὑπὸ τῆς τύχης· νῦν δὲ ἀποβάλλω μὲν οὐδέν

[οὐδὲ γὰρ ἔχω], ἀεὶ δέ τι λήψεσθαι ἐλπί ζω.

Οὐκοῦν, ἔφη ὁ Καλλί ας, καὶ εὔχῃ μηδέποτε πλουτεῖ ν, καὶ ἐάν τι ὄναρ ἀγαθὸν

ἴ δῃς, τοῖ ς ἀποτροπαί οις θύεις;

Μὰ Δί α τοῦτο μέντοι, ἔφη, ἐγὼοὐ ποιῶ, ἀλλὰ μάλα φιλοκινδύνως ὑπομένω, ἄν

ποθέν τι ἐλπί ζω λήψεσθαι.

᾿ Αλλ᾿ ἄγε δή, ἔφη ὁ Σωκράτης, σὺ αὖ λέγε ἡμῖ ν, ὦ᾿ Αντί σθενες, πῶς οὕτω βραχέα

ἔχων μέγα φρονεῖ ς ἐπὶ πλούτῳ.

῞ Οτι νομί ζω, ὦἄνδρες, τοὺς ἀνθρώπους οὐκ ἐν τῷοἴ κῳτὸν πλοῦτον καὶ τὴν

πενί αν ἔχειν ἀλλ᾿ ἐν ταῖ ς ψυχαῖ ς. ῾ Ορῶγὰρ πολλοὺς μὲν ἰ διώτας, οἳ πάνυ πολλὰ

ἔχοντες χρήματα οὕτω πένεσθαι ἡγοῦνται ὥστε πάντα μὲν πόνον, πάντα δὲ

κί νδυνον ὑποδύονται, ἐφ᾿ ᾧπλεί ω κτήσονται, οἶ δα δὲ καὶ ἀδελφούς, οἳ τὰ ἴ σα

λαχόντες ὁ μὲν αὐτῶν τἀρκοῦντα ἔχει καὶ περιττεύοντα τῆς δαπάνης, ὁ δὲ τοῦ

30
παντὸς ἐνδεῖ ται· αἰ σθάνομαι δὲ καὶ τυράννους τινάς, οἳ οὕτω πεινῶσι χρημάτων

ὥστε ποιοῦσι πολὺ δεινότερα τῶν ἀπορωτάτων· δι᾿ ἔνδειαν μὲν γὰρ δήπου οἱ μὲν

κλέπτουσιν, οἱ δὲ τοιχωρυχοῦσιν, οἱ δὲ ἀνδραποδί ζονται· τύραννοι δ᾿ εἰ σί

τινες οἳ ὅλους μὲν οἴ κους ἀναιροῦσιν, ἁθρόους δ᾿ ἀποκτεί νουσι, πολλάκις δὲ

καὶ ὅλας πόλεις χρημάτων ἕνεκα ἐξανδραποδί ζονται. Τούτους μὲν οὖν ἔγωγε

καὶ πάνυ οἰ κτί ρω τῆς ἄγαν χαλεπῆς νόσου. ὅμοια γάρ μοι δοκοῦσι πάσχειν

ὥσπερ εἴ τις πολλὰ ἔχοι καὶ πολλὰ ἐσθί ων μηδέποτε ἐμπί μπλαιτο.

᾿ Εγὼδὲ οὕτω μὲν πολλὰ ἔχω ὡς μόλις αὐτὰ καὶ [ἐγὼἂν] αὐτὸς εὑρί σκω· ὅμως δὲ

περί εστί μοι καὶ ἐσθί οντι ἄχρι τοῦ μὴ πεινῆν ἀφικέσθαι καὶ πί νοντι μέχρι τοῦ

μὴ διψῆν καὶ ἀμφιέννυσθαι ὥστε ἔξω μὲν μηδὲν μᾶλλον Καλλί ου τούτου τοῦ

πλουσιωτάτου ῥιγοῦν· ἐπειδάν γε μὴν ἐν τῇ οἰ κί ᾳ γένωμαι, πάνυ μὲν ἀλεεινοὶ

χιτῶνες οἱ τοῖ χοί μοι δοκοῦσιν εἶ ναι, πάνυ δὲ παχεῖ αι ἐφεστρί δες οἱ ὄροφοι,

στρωμνήν γε μὴν οὕτως ἀρκοῦσαν ἔχω ὥστ᾿ ἔργον μέγ᾿ ἐστὶ καὶ ἀνεγεῖ ραι.

31
ἂν δέ ποτε καὶ ἀφροδισιάσαι τὸ σῶμά μου δεηθῇ, οὕτω μοι τὸ παρὸν ἀρκεῖ ὥστε

αἷ ς ἂν προσέλθω ὑπερασπάζονταί με διὰ τὸ μηδένα ἄλλον αὐταῖ ς ἐθέλειν

προσιέναι.

Καὶ πάντα τοί νυν ταῦτα οὕτως ἡδέα μοι δοκεῖ εἶ ναι ὡς μᾶλλον μὲν ἥδεσθαι

ποιῶν ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαί μην, ἧττον δέ· οὕτω μοι δοκεῖ ἔνια αὐτῶν ἡδί ω

εἶ ναι τοῦ συμφέροντος.

Πλεί στου δ᾿ ἄξιον κτῆμα ἐν τῷἐμῷπλούτῳλογί ζομαι εἶ ναι ἐκεῖ νο, ὅτι εἴ μού τις

καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως ὁρῶφαῦλον ἔργον ὁποῖ ον οὐκ ἀρκοῦσαν

ἂν τροφὴν ἐμοὶ παρέχοι. Καὶ γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ τῆς ἀγορᾶς

τὰ τί μια ὠνοῦμαι [πολυτελῆ γὰρ γί γνεται], ἀλλ᾿ ἐκ τῆς ψυχῆς ταμιεύομαι. Καὶ

πολὺ πλέον διαφέρει πρὸς ἡδονήν, ὅταν ἀναμεί νας τὸ δεηθῆναι προσφέρωμαι ἢ

ὅταν τινὶ τῶν τιμί ων χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷΘασί ῳοἴ νῳἐντυχὼν οὐ διψῶν

πί νω αὐτόν. ᾿ Αλλὰ μὴν καὶ πολὺ δικαιοτέρους γε εἰ κὸς εἶ ναι τοὺς εὐτέλειαν

μᾶλλον ἢ πολυχρηματί αν σκοποῦντας. Οἷ ς γὰρ μάλιστα τὰ παρόντα ἀρκεῖ ἥκιστα

τῶν ἀλλοτρί ων ὀρέγονται.

32
ἄξιον δ᾿ ἐννοῆσαι ὡς καὶ ἐλευθερί ους ὁ τοιοῦτος πλοῦτος παρέχεται. Σωκράτης

τε γὰρ οὗτος παρ᾿ οὗ ἐγὼτοῦτον ἐκτησάμην οὔτ᾿ ἀριθμῷοὔτε σταθμῷἐπήρκει

μοι, ἀλλ᾿ ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι παρεδί δου· ἐγώτε νῦν

οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖ ς φί λοις καὶ ἐπιδεικνύω τὴν ἀφθονί αν καὶ

μεταδί δωμι τῷβουλομένῳτοῦ ἐν τῇ ἐμῇ ψυχῇ πλούτου. Καὶ μὴν καὶ τὸ ἁβρότατόν

γε κτῆμα, τὴν σχολὴν ἀεὶ ὁρᾶτέ μοι παροῦσαν, ὥστε καὶ θεᾶσθαι τὰ ἀξιοθέατα

καὶ ἀκούειν τὰ ἀξιάκουστα καὶ ὃ πλεί στου ἐγὼτιμῶμαι, Σωκράτει σχολάζων

συνδιημερεύειν. Καὶ οὗτος δὲ οὐ τοὺς πλεῖ στον ἀριθμοῦντας χρυσί ον θαυμάζει,

ἀλλ᾿ οἳ ἂν αὐτῷἀρέσκωσι τούτοις συνὼν διατελεῖ .

Οὗτος μὲν οὖν οὕτως εἶ πεν. ῾ Ο δὲ Καλλί ας, Νὴ τὴν ῞ Ηραν, ἔφη, τά τε ἄλλα ζηλῶ

σε τοῦ πλούτου καὶ ὅτι οὔτε ἡ πόλις σοι ἐπιτάττουσα ὡς δούλῳχρῆται οὔτε οἱ

ἄνθρωποι, ἂν μὴ δανεί σῃς, ὀργί ζονται.

᾿ Αλλὰ μὰ Δί ᾿ , ἔφη ὁ Νικήρατος, μὴ ζήλου· ἐγὼγὰρ ἥξω παρ᾿ αὐτοῦ δανεισάμενος

τὸ μηδενὸς προσδεῖ σθαι, οὕτω πεπαιδευμένος ὑπὸ ῾ Ομήρου ἀριθμεῖ ν ἕπτ᾿

ἀπύρους τρί ποδας, δέκα δὲ χρυσοῖ ο τάλαντα, αἴ θωνας δὲ λέβητας ἐεί κοσι,

33
δώδεκα δ᾿ ἵ ππους σταθμῷκαὶ ἀριθμῷ, ὡς πλεί στου πλούτου ἐπιθυμῶν οὐ

παύομαι· ἐξ ὧν ἴ σως καὶ φιλοχρηματώτερός τισι δοκῶεἶ ναι.

ἔνθα δὴ ἀνεγέλασαν ἅπαντες, νομί ζοντες τὰ ὄντα εἰ ρηκέναι αὐτόν.

᾿ Εκ τούτου εἶ πέ τις· Σὸν ἔργον, ὦ῾ Ερμόγενες, λέγειν τε τοὺς φί λους οἵ τινές

εἰ σι καὶ ἐπιδεικνύναι ὡς μέγα τε δύνανται καὶ σοῦ ἐπιμέλονται, ἵ να δοκῇς

δικαί ως ἐπ᾿ αὐτοῖ ς μέγα φρονεῖ ν.

Οὐκοῦν ὡς μὲν καὶ ῞ Ελληνες καὶ βάρβαροι τοὺς θεοὺς ἡγοῦνται πάντα εἰ δέναι τά

τε ὄντα καὶ τὰ μέλλοντα εὔδηλον. Πᾶσαι γοῦν αἱ πόλεις καὶ πάντα τὰ ἔθνη διὰ

μαντικῆς ἐπερωτῶσι τοὺς θεοὺς τί τε χρὴ καὶ τί οὐ χρὴ ποιεῖ ν. Καὶ μὴν ὅτι

νομί ζομέν γε δύνασθαι αὐτοὺς καὶ εὖ καὶ κακῶς ποιεῖ ν καὶ τοῦτο σαφές.

Πάντες γοῦν αἰ τοῦνται τοὺς θεοὺς τὰ μὲν φαῦλα ἀποτρέπειν, τἀγαθὰ δὲ διδόναι.

Οὗτοι τοί νυν οἱ πάντα μὲν εἰ δότες πάντα δὲ δυνάμενοι θεοὶ οὕτω μοι φί λοι

εἰ σὶ ν ὥστε διὰ τὸ ἐπιμελεῖ σθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθ᾿

ἡμέρας οὔθ᾿ ὅποι ἂν ὁρμῶμαι οὔθ᾿ ὅ τι ἂν μέλλω πράττειν. Διὰ δὲ τὸ προειδέναι

καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαί νουσί μοι πέμποντες ἀγγέλους φήμας καὶ

34
ἐνύπνια καὶ οἰ ωνοὺς ἅ τε δεῖ καὶ ἃ οὐ χρὴ ποιεῖ ν, οἷ ς ἐγὼὅταν μὲν πεί θωμαι,

οὐδέποτέ μοι μεταμέλει· ἤδη δέ ποτε καὶ ἀπιστήσας ἐκολάσθην.

Καὶ ὁ Σωκράτης εἶ πεν· ᾿ Αλλὰ τούτων μὲν οὐδὲν ἄπιστον. ᾿ Εκεῖ νο μέντοι ἔγωγε

ἡδέως ἂν πυθοί μην, πῶς αὐτοὺς θεραπεύων οὕτω φί λους ἔχεις.

Ναὶ μὰ τὸν Δί ᾿ , ἔφη ὁ ῾ Ερμογένης, καὶ μάλα εὐτελῶς. ᾿ Επαινῶτε γὰρ αὐτοὺς

οὐδὲν δαπανῶν, ὧν τε διδόασιν ἀεὶ αὖ παρέχομαι, εὐφημῶτε ὅσα ἂν δύνωμαι καὶ

ἐφ᾿ οἷ ς ἂν αὐτοὺς μάρτυρας ποιήσωμαι ἑκὼν οὐδὲν ψεύδομαι.

Νὴ Δί ᾿ , ἔφη ὁ Σωκράτης, εἰ ἄρα τοιοῦτος ὢν φί λους αὐτοὺς ἔχεις, καὶ οἱ θεοί , ὡς

ἔοικε, καλοκἀγαθί ᾳ ἥδονται. Οὗτος μὲν δὴ ὁ λόγος οὕτως ἐσπουδαιολογήθη.

᾿ Επειδὴ δὲ εἰ ς τὸν Φί λιππον ἧκον, ἠρώτων αὐτὸν τί ὁρῶν ἐν τῇ γελωτοποιί ᾳ μέγα

ἐπ᾿ αὐτῇ φρονοί η.

Οὐ γὰρ ἄξιον, ἔφη, ὁπότε γε πάντες εἰ δότες ὅτι γελωτοποιός εἰ μι, ὅταν μέν τι

ἀγαθὸν ἔχωσι, παρακαλοῦσί με ἐπὶ ταῦτα προθύμως, ὅταν δέ τι κακὸν λάβωσι,

φεύγουσιν ἀμεταστρεπτί , φοβούμενοι μὴ καὶ ἄκοντες γελάσωσι;

35
Καὶ ὁ Νικήρατος εἶ πε· Νὴ Δί α, σὺ τοί νυν δικαί ως μέγα φρονεῖ ς. ᾿ Εμοὶ γὰρ αὖ

τῶν φί λων οἱ μὲν εὖ πράττοντες ἐκποδὼν ἀπέρχονται, οἳ δ᾿ ἂν κακόν τι λάβωσι,

γενεαλογοῦσι τὴν συγγένειαν καὶ οὐδέποτέ μου ἀπολεί πονται.

Εἶ εν· σὺ δὲ δή, ἔφη ὁ Χαρμί δης, ὦΣυρακόσιε, ἐπὶ τῷμέγα φρονεῖ ς; ἢ δῆλον ὅτι

ἐπὶ τῷπαιδί ;

Μὰ τὸν Δί ᾿ , ἔφη, οὐ μὲν δή·ἀλλὰ καὶ δέδοικα περὶ αὐτοῦ ἰ σχυρῶς. Αἰ σθάνομαι

γάρ τινας ἐπιβουλεύοντας διαφθεῖ ραι αὐτόν.

Καὶ ὁ Σωκράτης ἀκούσας, ῾ Ηράκλεις, ἔφη, τί τοσοῦτον νομί ζοντες ἠδικῆσθαι ὑπὸ

τοῦ σοῦ παιδὸς ὥστε ἀποκτεῖ ναι αὐτὸν βούλεσθαι;

᾿ Αλλ᾿ οὔτοι, ἔφη, ἀποκτεῖ ναι βούλονται, ἀλλὰ πεῖ σαι αὐτὸν συγκαθεύδειν

αὐτοῖ ς.

Σὺ δ᾿ , ὡς ἔοικας, εἰ τοῦτο γένοιτο, νομί ζεις ἂν διαφθαρῆναι αὐτόν;

Ναὶ μὰ Δί ᾿ , ἔφη, παντάπασί γε.

Οὐδ᾿ αὐτὸς ἄρ᾿ , ἔφη, συγκαθεύδεις αὐτῷ;

Νὴ Δί ᾿ ὅλας γε καὶ πάσας τὰς νύκτας.

36
Νὴ τὴν ῞ Ηραν, ἔφη ὁ Σωκράτης, εὐτύχημά γέ σου μέγα τὸ τὸν χρῶτα τοιοῦτον

φῦναι ἔχοντα ὥστε μόνον μὴ διαφθεί ρειν τοὺς συγκαθεύδοντας. ὥστε σοί γε εἰ

μὴ ἐπ᾿ ἄλλῳἀλλ᾿ ἐπὶ τῷχρωτὶ ἄξιον μέγα φρονεῖ ν.

᾿ Αλλὰ μὰ Δί ᾿ , ἔφη, οὐκ ἐπὶ τούτῳμέγα φρονῶ.

᾿ Αλλ᾿ ἐπὶ τῷμήν;

᾿ Επὶ νὴ Δί α τοῖ ς ἄφροσιν. Οὗτοι γὰρ τὰ ἐμὰ νευρόσπαστα θεώμενοι τρέφουσί

με.

Ταῦτ᾿ ἄρ᾿ , ἔφη ὁ Φί λιππος, καὶ πρῴην ἐγώσου ἤκουον εὐχομένου πρὸς τοὺς

θεοὺς ὅπου ἂν ᾖς διδόναι καρποῦ μὲν ἀφθονί αν, φρενῶν δὲ ἀφορί αν.

Εἶ εν, ἔφη ὁ Καλλί ας· σὺ δὲ δή, ὦΣώκρατες, τί ἔχεις εἰ πεῖ ν ὡς ἄξιόν σοί ἐστι

μέγα φρονεῖ ν ἐφ᾿ ᾗ εἶ πας οὕτως ἀδόξῳοὔσῃ τέχνῃ;

Καὶ ὃς εἶ πεν· ῾ Ομολογησώμεθα πρῶτον ποῖ ά ἐστιν ἔργα τοῦ μαστροποῦ· καὶ ὅσα

ἂν ἐρωτῶ, μὴ ὀκνεῖ τε ἀποκρί νεσθαι, ἵ να εἰ δῶμεν ὅσα ἂν συνομολογῶμεν. Καὶ

ὑμῖ ν οὕτω δοκεῖ ; ἔφη.

37
Πάνυ μὲν οὖν, ἔφασαν. ὡς δ᾿ ἅπαξ εἶ παν Πάνυ μὲν οὖν, τοῦτο πάντες ἐκ τοῦ

λοιποῦ ἀπεκρί ναντο.

Οὐκοῦν ἀγαθοῦ μέν, ἔφη, ὑμῖ ν δοκεῖ μαστροποῦ ἔργον εἶ ναι ἣν ἂν ἢ ὃν ἂν

μαστροπεύῃ ἀρέσκοντα τοῦτον ἀποδεικνύναι οἷ ς ἂν συνῇ; Πάνυ μὲν οὖν, ἔφασαν.

Οὐκοῦν ἓν μέν τί ἐστιν εἰ ς τὸ ἀρέσκειν ἐκ τοῦ πρέπουσαν ἔχειν σχέσιν καὶ

τριχῶν καὶ ἐσθῆτος; Πάνυ μὲν οὖν, ἔφασαν.

Οὐκοῦν καὶ τόδε ἐπιστάμεθα, ὅτι ἔστιν ἀνθρώπῳτοῖ ς αὐτοῖ ς ὄμμασι καὶ φιλικῶς

καὶ ἐχθρῶς πρός τινας βλέπειν; Πάνυ μὲν οὖν.

Τί δέ, τῇ αὐτῇ φωνῇ ἔστι καὶ αἰ δημόνως καὶ θρασέως φθέγγεσθαι; Πάνυ μὲν

οὖν.

Τί δέ, λόγοι οὐκ εἰ σὶ μέν τινες ἀπεχθανόμενοι, εἰ σὶ δέ τινες οἳ πρὸς φιλί αν

ἄγουσι; Πάνυ μὲν οὖν.

Οὐκοῦν τούτων ὁ ἀγαθὸς μαστροπὸς τὰ συμφέροντα εἰ ς τὸ ἀρέσκειν διδάσκοι ἄν;

Πάνυ μὲν οὖν.

38
᾿ Αμεί νων δ᾿ ἂν εἴ η, ἔφη, ὁ ἑνὶ δυνάμενος ἀρεστοὺς ποιεῖ ν ἢ ὅστις καὶ πολλοῖ ς;

ἐνταῦθα μέντοι ἐσχί σθησαν, καὶ οἱ μὲν εἶ πον Δῆλον ὅτι ὅστις πλεί στοις, οἱ δὲ

Πάνυ μὲν οὖν.

῾ Ο δ᾿ εἰ πὼν ὅτι καὶ τοῦτο ὁμολογεῖ ται ἔφη· Εἰ δέ τις καὶ ὅλῃ τῇ πόλει

ἀρέσκοντας δύναιτο ἀποδεικνύναι, οὐχ οὗτος παντελῶς ἂν ἤδη ἀγαθὸς μαστροπὸς

εἴ η; Σαφῶς γε νὴ Δί α, πάντες εἶ πον.

Οὐκοῦν εἴ τις τοιούτους δύναιτο ἐξεργάζεσθαι ὧν προστατοί η, δικαί ως ἂν μέγα

φρονοί η ἐπὶ τῇ τέχνῃ καὶ δικαί ως ἂν πολὺν μισθὸν λαμβάνοι; ἐπεὶ δὲ καὶ ταῦτα

πάντες συνωμολόγουν, Τοιοῦτος μέντοι, ἔφη, μοι δοκεῖ ᾿ Αντισθένης εἶ ναι

οὗτος.

Καὶ ὁ ᾿ Αντισθένης, ᾿ Εμοί , ἔφη, παραδί δως, ὦΣώκρατες, τὴν τέχνην;

Ναὶ μὰ Δί ᾿ , ἔφη. ῾ Ορῶγάρ σε καὶ τὴν ἀκόλουθον ταύτης πάνυ ἐξειργασμένον.

Τί να ταύτην; Τὴν προαγωγεί αν, ἔφη. Καὶ ὃς μάλα ἀχθεσθεὶ ς ἐπήρετο· Καὶ τί

μοι σύνοισθα, ὦΣώκρατες, τοιοῦτον εἰ ργασμένῳ;

39
Οἶ δα μέν, ἔφη, σε Καλλί αν τουτονὶ προαγωγεύσαντα τῷσοφῷΠροδί κῳ, ὅτε

ἑώρας τοῦτον μὲν φιλοσοφί ας ἐρῶντα, ἐκεῖ νον δὲ χρημάτων δεόμενον· οἶ δα δέ

σε ῾ Ιππί ᾳ τῷ᾿ Ηλεί ῳ, παρ᾿ οὗ οὗτος καὶ τὸ μνημονικὸν ἔμαθεν· ἀφ᾿ οὗ δὴ καὶ

ἐρωτικώτερος γεγένηται διὰ τὸ ὅ τι ἂν καλὸν ἴ δῃ μηδέποτε ἐπιλανθάνεσθαι.

ἔναγχος δὲ δήπου καὶ πρὸς ἐμὲ ἐπαινῶν τὸν ῾ Ηρακλεώτην ξένον ἐπεί με

ἐποί ησας ἐπιθυμεῖ ν αὐτοῦ, συνέστησάς μοι αὐτόν. Καὶ χάριν μέντοι σοι ἔχω·

πάνυ γὰρ καλὸς κἀγαθὸς δοκεῖ μοι εἶ ναι. Αἰ σχύλον δὲ τὸν Φλειάσιον πρὸς ἐμὲ

ἐπαινῶν καὶ ἐμὲ πρὸς ἐκεῖ νον οὐχ οὕτω διέθηκας ὥστε διὰ τοὺς σοὺς λόγους

ἐρῶντες ἐκυνοδρομοῦμεν ἀλλήλους ζητοῦντες;

Ταῦτα οὖν ὁρῶν δυνάμενόν σε ποιεῖ ν ἀγαθὸν νομί ζω προαγωγὸν εἶ ναι. ῾ Ο γὰρ

οἷ ός τε ὢν γιγνώσκειν τε τοὺς ὠφελί μους αὑτοῖ ς καὶ τούτους δυνάμενος ποιεῖ ν

ἐπιθυμεῖ ν ἀλλήλων, οὗτος ἄν μοι δοκεῖ καὶ πόλεις δύνασθαι φί λας ποιεῖ ν καὶ

γάμους ἐπιτηδεί ους συνάγειν, καὶ πολλοῦ ἂν ἄξιος εἶ ναι καὶ πόλεσι καὶ φί λοις

καὶ συμμάχοισ κεκτῆσθαι. Σὺ δὲ ὡς κακῶς ἀκούσας ὅτι ἀγαθόν σε ἔφην

προαγωγὸν εἶ ναι, ὠργί σθης.

40
᾿ Αλλὰ μὰ Δί ᾿ , ἔφη, οὐ νῦν. ᾿ Εὰν γὰρ ταῦτα δύνωμαι, σεσαγμένος δὴ παντάπασι

πλούτου τὴν ψυχὴν ἔσομαι.

Καὶ αὕτη μὲν δὴ ἡ περί οδος τῶν λόγων ἀπετελέσθη.

῾ Ο δὲ Καλλί ας ἔφη· Σὺ δὲ δή, ὦΚριτόβουλε, εἰ ς τὸν περὶ τοῦ κάλλους ἀγῶνα πρὸς

Σωκράτην οὐκ ἀνθί στασαι;

Νὴ Δί ᾿ , ἔφη ὁ Σωκράτης, ἴ σως γὰρ εὐδοκιμοῦντα τὸν μαστροπὸν παρὰ τοῖ ς

κριταῖ ς ὁρᾷ.

᾿ Αλλ᾿ ὅμως, ἔφη ὁ Κριτόβουλος, οὐκ ἀναδύομαι· ἀλλὰ δί δασκε, εἴ τι ἔχεις

σοφόν, ὡς καλλί ων εἶ ἐμοῦ. Μόνον, ἔφη, τὸν λαμπτῆρα ἐγγὺς προσενεγκάτω.

Εἰ ς ἀνάκρισιν τοί νυν σε, ἔφη, πρῶτον τῆς δί κης καλοῦμαι· ἀλλ᾿ ἀποκρί νου.

Σὺ δέ γε ἐρώτα.

Πότερον οὖν ἐν ἀνθρώπῳμόνον νομί ζεις τὸ καλὸν εἶ ναι ἢ καὶ ἐν ἄλλῳτινί ;

41
᾿ Εγὼμὲν ναὶ μὰ Δί ᾿ , ἔφη, καὶ ἐν ἵ ππῳκαὶ βοὶ καὶ ἐν ἀψύχοις πολλοῖ ς. Οἶ δα

γοῦν οὖσαν καὶ ἀσπί δα καλὴν καὶ ξί φος καὶ δόρυ.

Καὶ πῶς, ἔφη, οἷ όν τε ταῦτα μηδὲν ὅμοια ὄντα ἀλλήλοις πάντα καλὰ εἶ ναι;

῍ Αν νὴ Δί ᾿ , ἔφη, πρὸς τὰ ἔργα ὧν ἕνεκα ἕκαστα κτώμεθα εὖ εἰ ργασμένα ᾖ ἢ εὖ

πεφυκότα πρὸς ἃ ἂν δεώμεθα, καὶ ταῦτ᾿ , ἔφη ὁ Κριτόβουλος, καλά.

Οἶ σθα οὖν, ἔφη, ὀφθαλμῶν τί νος ἕνεκα δεόμεθα;

Δῆλον, ἔφη, ὅτι τοῦ ὁρᾶν.

Οὕτω μὲν τοί νυν ἤδη οἱ ἐμοὶ ὀφθαλμοὶ καλλί ονες ἂν τῶν σῶν εἴ ησαν.

Πῶς δή;

῞ Οτι οἱ μὲν σοὶ τὸ κατ᾿ εὐθὺ μόνον ὁρῶσιν, οἱ δὲ ἐμοὶ καὶ τὸ ἐκ πλαγί ου διὰ τὸ

ἐπιπόλαιοι εἶ ναι.

Λέγεις σύ, ἔφη, καρκί νον εὐοφθαλμότατον εἶ ναι τῶν ζῴων;

Πάντως δήπου, ἔφη· ἐπεὶ καὶ πρὸς ἰ σχὺν τοὺς ὀφθαλμοὺς ἄριστα πεφυκότας

ἔχει.

Εἶ εν, ἔφη, τῶν δὲ ῥινῶν ποτέρα καλλί ων, ἡ σὴ ἢ ἡ ἐμή;

42
᾿ Εγὼμέν, ἔφη, οἶ μαι τὴν ἐμήν, εἴ περ γε τοῦ ὀσφραί νεσθαι ἕνεκεν ἐποί ησαν

ἡμῖ ν ῥῖ νας οἱ θεοί . Οἱ μὲν γὰρ σοὶ μυκτῆρες εἰ ς γῆν ὁρῶσιν, οἱ δὲ ἐμοὶ

ἀναπέπτανται, ὥστε τὰς πάντοθεν ὀσμὰς προσδέχεσθαι.

Τὸ δὲ δὴ σιμὸν τῆς ῥινὸς πῶς τοῦ ὀρθοῦ κάλλιον;

῞ Οτι, ἔφη, οὐκ ἀντιφράττει, ἀλλ᾿ ἐᾷ εὐθὺς τὰς ὄψεις ὁρᾶν ἃ ἂν βούλωνται· ἡ δὲ

ὑψηλὴ ῥὶ ς ὥσπερ ἐπηρεάζουσα διατετεί χικε τὰ ὄμματα.

Τοῦ γε μὴν στόματος, ἔφη ὁ Κριτόβουλος, ὑφί εμαι. Εἰ γὰρ τοῦ ἀποδάκνειν ἕνεκα

πεποί ηται, πολὺ ἂν σὺ μεῖ ζον ἢ ἐγὼἀποδάκοις.

Διὰ δὲ τὸ παχέα ἔχειν τὰ χεί λη οὐκ οἴ ει καὶ μαλακώτερόν σου ἔχειν τὸ φί λημα;

῎ Εοικα, ἔφη, ἐγὼκατὰ τὸν σὸν λόγον καὶ τῶν ὄνων αἴ σχιον τὸ στόμα ἔχειν.

᾿ Εκεῖ νο δὲ οὐδὲν τεκμήριον λογί ζῃ, ὡς ἐγὼσοῦ καλλί ων εἰ μί , ὅτι καὶ Ναΐ δες

θεοὶ οὖσαι τοὺς Σειληνοὺς ἐμοὶ ὁμοιοτέρους τί κτουσιν ἢ σοί ;

Καὶ ὁ Κριτόβουλος, Οὐκέτι, ἔφη, ἔχω πρὸς σὲ ἀντιλέγειν, ἀλλὰ διαφερόντων,

ἔφη, τὰς ψήφους, ἵ να ὡς τάχιστα εἰ δῶὅ τι με χρὴ παθεῖ ν ἢ ἀποτεῖ σαι. Μόνον,

43
ἔφη, κρυφῇ φερόντων· δέδοικα γὰρ τὸν σὸν καὶ ᾿ Αντισθένους πλοῦτον μή με

καταδυναστεύσῃ.

ἡ μὲν δὴ παῖ ς καὶ ὁ παῖ ς κρύφα ἀνέφερον. ῾ Ο δὲ Σωκράτης ἐν τούτῳδιέπραττε

τόν τε λύχνον ἀντιπροσενεγκεῖ ν τῷΚριτοβούλῳ, ὡς μὴ ἐξαπατηθεί ησαν οἱ

κριταί , καὶ τῷνικήσαντι μὴ ταινί ας ἀλλὰ φιλήματα ἀναδήματα παρὰ τῶν κριτῶν

γενέσθαι. ᾿ Επεὶ δὲ ἐξέπεσον αἱ ψῆφοι καὶ ἐγένοντο πᾶσαι σὺν Κριτοβούλῳ,

Παπαῖ , ἔφη ὁ Σωκράτης, οὐχ ὅμοιον ἔοικε τὸ σὸν ἀργύριον, ὦΚριτόβουλε, τῷ

Καλλί ου εἶ ναι. Τὸ μὲν γὰρ τούτου δικαιοτέρους ποιεῖ , τὸ δὲ σὸν ὥσπερ τὸ

πλεῖ στον διαφθεί ρειν ἱ κανόν ἐστι καὶ δικαστὰς καὶ κριτάς.

Ἐκ δὲ τούτου οἱ μὲν τὰ νικητήρια φιλήματα ἀπολαμβάνειν τὸν Κριτόβουλον

ἐκέλευον, οἱ δὲ τὸν κύριον πεί θειν, οἱ δὲ καὶ ἄλλα ἔσκωπτον. ῾ Ο δὲ Ἑρμογένης

κἀνταῦθα ἐσιώπα. Καὶ ὁ Σωκράτης ὀνομάσας αὐτόν, ῎ Εχοις ἄν, ἔφη, ὦ

῾ Ερμόγενες, εἰ πεῖ ν ἡμῖ ν τί ἐστὶ παροινί α;

44
Καὶ ὃς ἀπεκρί νατο· Εἰ μὲν ὅ τι ἐστὶ ν ἐρωτᾷς, οὐκ οἶ δα· τὸ μέντοι μοι δοκοῦν

εἴ ποιμ᾿ ἄν.

᾿ Αλλ᾿ , ὃ δοκεῖ , τοῦτ᾿ , ἔφη.

Τὸ τοί νυν παρ᾿ οἶ νον λυπεῖ ν τοὺς συνόντας, τοῦτ᾿ ἐγὼκρί νω παροινί αν.

Οἶ σθ᾿ οὖν, ἔφη, ὅτι καὶ σὺ νῦν ἡμᾶς λυπεῖ ς σιωπῶν;

᾿ Η καὶ ὅταν λέγητ᾿ ; ἔφη.

Οὐκ ἀλλ᾿ ὅταν διαλί πωμεν.

᾿ Η οὖν λέληθέ σε ὅτι μεταξὺ τοῦ ὑμᾶς λέγειν οὐδ᾿ ἂν τρί χα, μὴ ὅτι λόγον ἄν τις

παρεί ρειε;

Καὶ ὁ Σωκράτης, ᾿ Ω Καλλί α, ἔχοις ἄν τι, ἔφη, ἀνδρὶ ἐλεγχομένῳβοηθῆσαι;

῎ Εγωγ᾿ , ἔφη. ὅταν γὰρ ὁ αὐλὸς φθέγγηται, παντάπασι σιωπῶμεν.

Καὶ ὁ ῾ Ερμογένης, ᾿ Η οὖν βούλεσθε, ἔφη, ὥσπερ Νικόστρατος ὁ ὑποκριτὴς

τετράμετρα πρὸς τὸν αὐλὸν κατέλεγεν, οὕτω καὶ ὑπὸ τοῦ αὐλοῦ ὑμῖ ν διαλέγωμαι;

Καὶ ὁ Σωκράτης, Πρὸς τῶν θεῶν, ἔφη, ῾ Ερμόγενες, οὕτω ποί ει. Οἶ μαι γάρ, ὥσπερ

ἡ ᾠδὴ ἡδί ων πρὸς τὸν αὐλόν, οὕτω καὶ τοὺς σοὺς λόγους ἡδύνεσθαι ἄν τι ὑπὸ τῶν

45
φθόγγων, ἄλλως τε καὶ εἰ μορφάζοις, ὥσπερ ἡ αὐλητρί ς, καὶ σὺ πρὸς τὰ

λεγόμενα.

Καὶ ὁ Καλλί ας ἔφη· ῞ Οταν οὖν ὁ ᾿ Αντισθένης ὅδ᾿ ἐλέγχῃ τινὰ ἐν τῷσυμποσί ῳ, τί

ἔσται τὸ αὔλημα;

Καὶ ὁ ᾿ Αντισθένης εἶ πε· Τῷμὲν ἐλεγχομένῳοἶ μαι ἄν, ἔφη, πρέπειν συριγμόν.

Τοιούτων δὲ λόγων ὄντων ὡς ἑώρα ὁ Συρακόσιος τῶν μὲν αὑτοῦ ἐπιδειγμάτων

ἀμελοῦντας, ἀλλήλοις δὲ ἡδομέ νους, φθονῶν τῷΣωκράτει εἶ πεν· ᾿ Αρα σύ, ὦ

Σώκρατες, ὁ φροντιστὴς ἐπικαλούμενος;

Οὐκοῦν κάλλιον, ἔφη, ἢ εἰ ἀφρόντιστος ἐκαλούμην.

Εἰ μή γε ἐδόκεις τῶν μετεώρων φροντιστὴς εἶ ναι.

Οἶ σθα οὖν, ἔφη ὁ Σωκράτης, μετεωρότερόν τι τῶν θεῶν;

᾿ Αλλ᾿ οὐ μὰ Δί ᾿ , ἔφη, οὐ τούτων σε λέγουσιν ἐπιμελεῖ σθαι, ἀλλὰ τῶν

ἀνωφελεστάτων.

46
Οὐκοῦν καὶ οὕτως ἄν, ἔφη, θεῶν ἐπιμελοί μην· ἄνωθεν μέν γε ὕοντες ὠφελοῦσιν,

ἄνωθεν δὲ φῶς παρέχουσιν. Εἰ δὲ ψυχρὰ λέγω, σὺ αἴ τιος, ἔφη, πράγματά μοι

παρέχων.

Ταῦτα μέν, ἔφη, ἔα· ἀλλ᾿ εἰ πέ μοι πόσους ψύλλα πόδας ἐμοῦ ἀπέχει. Ταῦτα γάρ

σέ φασι γεωμετρεῖ ν.

Καὶ ὁ ᾿ Αντισθένης εἶ πε· Σὺ μέντοι δεινὸς εἶ , ὦΦί λιππε, εἰ κάζειν· οὐ δοκεῖ σοι ὁ

ἀνὴρ οὗτος λοιδορεῖ σθαι βουλομένῳἐοικέναι;

Ναὶ μὰ τὸν Δί ᾿ , ἔφη, καὶ ἄλλοις γε πολλοῖ ς.

᾿ Αλλ᾿ ὅμως, ἔφη ὁ Σωκράτης, σὺ αὐτὸν μὴ εἴ καζε, ἵ να μὴ καὶ σὺ λοιδορουμένῳ

ἐοί κῃς.

᾿ Αλλ᾿ εἴ περ γε τοῖ ς πᾶσι καλοῖ ς καὶ τοῖ ς βελτί στοις εἰ κάζω αὐτόν, ἐπαινοῦντι

μᾶλλον ἢ λοιδορουμένῳδικαί ως ἂν εἰ κάζοι μέ τις.

Καὶ νῦν σύγε λοιδορουμένῳἔοικας, εἰ πάντ᾿ αὐτοῦ βελτί ων φῂς εἶ ναι.

᾿ Αλλὰ βούλει πονηροτέροις εἰ κάζω αὐτόν;

Μηδὲ πονηροτέροις.

47
᾿ Αλλὰ μηδενί ;

Μηδενὶ μηδὲ τούτων εἴ καζε.

᾿ Αλλ᾿ οὐ μέντοι γε σιωπῶν οἶ δα ὅπως ἄξια τοῦ δεί πνου ἐργάσομαι. Καὶ ῥᾳδί ως

γ᾿ , ἂν ἃ μὴ δεῖ λέγειν, ἔφη, σιωπᾷς. Αὕτη μὲν δὴ ἡ παροινί α οὕτω κατεσβέσθη.

᾿ Εκ τούτου δὲ τῶν ἄλλων οἱ μὲν ἐκέλευον εἰ κάζειν, οἱ δὲ ἐκώλυον. Θορύβου δὲ

ὄντος ὁ Σωκράτης αὖ πάλιν εἶ πεν· ᾿ Αρα ἐπειδὴ πάντες ἐπιθυμοῦμεν λέγειν, νῦν

ἂν μάλιστα καὶ ἅμα ᾄσαιμεν; Καὶ εὐθὺς τοῦτ᾿ εἰ πὼν ἦρχεν ᾠδῆς. ᾿ Επεὶ δ᾿ ᾖσεν,

εἰ σεφέρετο τῇ ὀρχηστρί δι τροχὸς τῶν κεραμεικῶν, ἐφ᾿ οὗ ἔμελλε

θαυματουργήσειν.

ἔνθα δὴ εἶ πεν ὁ Σωκράτης· ᾿ Ω Συρακόσιε, κινδυνεύω ἐγώ, ὥσπερ σὺ λέγεις, τῷ

ὄντι φροντιστὴς εἶ ναι· νῦν γοῦν σκοπῶὅπως ἂν ὁ μὲν παῖ ς ὅδε ὁ σὸς καὶ ἡ παῖ ς

ἥδε ὡς ῥᾷστα διάγοιεν, ἡμεῖ ς δ᾿ ἂν μάλιστα εὐφραινοί μεθα θεώμενοι αὐτούς·

ὅπερ εὖ οἶ δα ὅτι καὶ σὺ βούλει. Δοκεῖ οὖν μοι τὸ μὲν εἰ ς μαχαί ρας κυβιστᾶν

κινδύνου ἐπί δειγμα εἶ ναι, ὃ συμποσί ῳοὐδὲν προσήκει. Καὶ μὴν τό γε ἐπὶ τοῦ

48
τροχοῦ ἅμα περιδινουμένου γράφειν τε καὶ ἀναγιγνώσκειν θαῦμα μὲν ἴ σως τί

ἐστιν, ἡδονὴν δὲ οὐδὲ ταῦτα δύναμαι γνῶναι τί ν᾿ ἂν παράσχοι. Οὐδὲ μὴν τό γε

διαστρέφοντας τὰ σώματα καὶ τροχοὺς μιμουμένους ἥδιον ἢ ἡσυχί αν ἔχοντας

τοὺς καλοὺς καὶ ὡραί ους θεωρεῖ ν.

Καὶ γὰρ δὴ οὐδὲ πάνυ τι σπάνιον τό γε θαυμασί οις ἐντυχεῖ ν, εἴ τις τούτου

δεῖ ται, ἀλλ᾿ ἔξεστιν αὐτί κα μάλα τὰ παρόντα θαυμάζειν, τί ποτε ὁ μὲν λύχνος διὰ

τὸ λαμπρὰν φλόγα ἔχειν φῶς παρέχει, τὸ δὲ χαλκεῖ ον λαμπρὸν ὂν φῶς μὲν οὐ

ποιεῖ , ἐν αὑτῷδὲ ἄλλα ἐμφαινόμενα παρέχεται· καὶ πῶς τὸ μὲν ἔλαιον ὑγρὸν ὂν

αὔξει τὴν φλόγα, τὸ δὲ ὕδωρ, ὅτι ὑγρόν ἐστι, κατασβέννυσι τὸ πῦρ. ᾿ Αλλὰ γὰρ καὶ

ταῦτα μὲν οὐκ εἰ ς ταὐτὸν τῷοἴ νῳἐπισπεύδει·

εἰ δὲ ὀρχοῖ ντο πρὸς τὸν αὐλὸν σχήματα ἐν οἷ ς Χάριτές τε καὶ ᾿ Ωραι καὶ Νύμφαι

γράφονται, πολὺ ἂν οἶ μαι αὐτούς γε ῥᾷον διάγειν καὶ τὸ συμπόσιον πολὺ

ἐπιχαριτώτερον εἶ ναι.

῾ Ο οὖν Συρακόσιος, ᾿ Αλλὰ ναὶ μὰ τὸν Δί ᾿ , ἔφη, ὦΣώκρατες, καλῶς τε λέγεις καὶ

ἐγὼεἰ σάξω θεάματα ἐφ᾿ οἷ ς ὑμεῖ ς εὐφρανεῖ σθε.

49
῾ Ο μὲν δὴ Συρακόσιος ἐξελθὼν συνεκροτεῖ το· ὁ δὲ Σωκράτης πάλιν αὖ καινοῦ

λόγου κατῆρχεν.

᾿ Αρ᾿ , ἔφη, ὦἄνδρες, εἰ κὸς ἡμᾶς παρόντος δαί μονος μεγάλου καὶ τῷμὲν χρόνῳ

ἰ σήλικος τοῖ ς ἀειγενέσι θεοῖ ς, τῇ δὲ μορφῇ νεωτάτου, καὶ μεγέθει πάντα

ἐπέχοντος, ψυχῇ δὲ ἀνθρώπου ἱ δρυμένου, ῎ Ερωτος, μὴ [ἂν] ἀμνημονῆσαι, ἄλλως

τε καὶ ἐπειδὴ πάντες ἐσμὲν τοῦ θεοῦ τούτου θιασῶται; ἐγώτε γὰρ οὐκ ἔχω χρόνον

εἰ πεῖ ν ἐν ᾧοὐκ ἐρῶν τινος διατελῶ, Χαρμί δην δὲ τόνδε οἶ δα πολλοὺς μὲν

ἐραστὰς κτησάμενον, ἔστι δὲ ὧν καὶ αὐτὸν ἐπιθυμήσαντα· Κριτόβουλός γε μὴν ἔτι

καὶ νῦν ἐρώμενος ὢν ἤδη ἄλλων ἐπιθυμεῖ . ᾿ Αλλὰ μὴν καὶ ὁ Νικήρατος, ὡς ἐγὼ

ἀκούω, ἐρῶν τῆς γυναικὸς ἀντερᾶται. ῾ Ερμογένη γε μὴν τί ς ἡμῶν οὐκ οἶ δεν ὡς, ὅ

τι ποτ᾿ ἐστὶ ν ἡ καλοκἀγαθί α, τῷταύτης ἔρωτι κατατήκεται; Οὐχ ὁρᾶτε ὡς

σπουδαῖ αι μὲν αὐτοῦ αἱ ὀφρύες, ἀτρεμὲς δὲ τὸ ὄμμα, μέτριοι δὲ οἱ λόγοι, πραεῖ α

δὲ ἡ φωνή, ἱ λαρὸν δὲ τὸ ἦθος; Τοῖ ς δὲ σεμνοτάτοις θεοῖ ς φί λοις χρώμενος οὐδὲν

ἡμᾶς τοὺς ἀνθρώπους ὑπερορᾷ; Σὺ δὲ μόνος, ὦ᾿ Αντί σθενες, οὐδενὸς ἐρᾷς;

50
Ναὶ μὰ τοὺς θεούς, εἶ πεν ἐκεῖ νος, καὶ σφόδρα γε σοῦ.

Καὶ ὁ Σωκράτης ἐπισκώψας ὡς δὴ θρυπτόμενος εἶ πε· Μὴ νῦν μοι ἐν τῷπαρόντι

ὄχλον πάρεχε· ὡς γὰρ ὁρᾷς, ἄλλα πράττω.

Καὶ ὁ ᾿ Αντισθένης ἔλεξεν· ῾ Ως σαφῶς μέντοι σὺ μαστροπὲ σαυτοῦ ἀεὶ τοιαῦτα

ποιεῖ ς· τοτὲ μὲν τὸ δαιμόνιον προφασιζόμενος οὐ διαλέγῃ μοι, τοτὲ δ᾿ ἄλλου του

ἐφιέμενος.

Καὶ ὁ Σωκράτης ἔφη· Πρὸς τῶν θεῶν, ὦ᾿ Αντί σθενες, μόνον μὴ συγκόψῃς με· τὴν

δ᾿ ἄλλην χαλεπότητα ἐγώσου καὶ φέρω καὶ οἴ σω φιλικῶς. ᾿ Αλλὰ γάρ, ἔφη, τὸν

μὲν σὸν ἔρωτα κρύπτωμεν, ἐπειδὴ καὶ ἔστιν οὐ ψυχῆς ἀλλ᾿ εὐμορφί ας τῆς ἐμῆς.

ὅτι γε μὴν σύ, ὦΚαλλί α, ἐρᾷς Αὐτολύκου πᾶσα μὲν ἡ πόλις οἶ δε, πολλοὺς δ᾿

οἶ μαι καὶ τῶν ξένων. Τούτου δ᾿ αἴ τιον τὸ πατέρων τε ὀνομαστῶν ἀμφοτέρους

ὑμᾶς εἶ ναι καὶ αὐτοὺς ἐπιφανεῖ ς. ᾿ Αεὶ μὲν οὖν ἔγωγε ἠγάμην τὴν σὴν φύσιν, νῦν

δὲ καὶ πολὺ μᾶλλον, ἐπεὶ ὁρῶσε ἐρῶντα οὐχ ἁβρότητι χλιδαινομένου οὐδὲ

μαλακί ᾳ θρυπτομένου, ἀλλὰ πᾶσιν ἐπιδεικνυμένου ῥώμην τε καὶ καρτερί αν καὶ

51
ἀνδρεί αν καὶ σωφροσύνην. Τὸ δὲ τοιούτων ἐπιθυμεῖ ν τεκμήριόν ἐστι τῆς τοῦ

ἐραστοῦ φύσεως.

Εἰ μὲν οὖν μί α ἐστὶ ν ᾿ Αφροδί τη ἢ διτταί , Οὐρανί α τε καὶ Πάνδημος, οὐκ οἶ δα·

καὶ γὰρ Ζεὺς ὁ αὐτὸς δοκῶν εἶ ναι πολλὰς ἐπωνυμί ας ἔχει· ὅτι γε μέντοι χωρὶ ς

ἑκατέρᾳ βωμοί τε καὶ ναοί εἰ σι καὶ θυσί αι τῇ μὲν Πανδήμῳῥᾳδιουργότεραι, τῇ

δὲ Οὐρανί ᾳ ἁγνότεραι, οἶ δα. Εἰ κάσαις δ᾿ ἂν καὶ τοὺς ἔρωτας τὴν μὲν Πάνδημον

τῶν σωμάτων ἐπιπέμπειν, τὴν δ᾿ Οὐρανί αν τῆς ψυχῆς τε καὶ τῆς φιλί ας καὶ τῶν

καλῶν ἔργων. ὑφ᾿ οὗ δὴ καὶ σύ, ὦΚαλλί α, κατέχεσθαι μοι δοκεῖ ς ἔρωτος.

Τεκμαί ρομαι δὲ τῇ τοῦ ἐρωμένου καλοκἀγαθί ᾳ καὶ ὅτι σε ὁρῶτὸν πατέρα αὐτοῦ

παραλαμβάνοντα εἰ ς τὰς πρὸς τοῦτον συνουσί ας. Οὐδὲν γὰρ τούτων ἐστὶ ν

ἀπόκρυφον πατρὸς τῷκαλῷτε κἀγαθῷἐραστῇ.

Καὶ ὁ ῾ Ερμογένης εἶ πε· Νὴ τὴν ῞ Ηραν, ἔφη, ὦΣώκρατες, ἄλλα τέ σου πολλὰ

ἄγαμαι καὶ ὅτι νῦν ἅμα χαριζόμενος Καλλί ᾳ καὶ παιδεύεις αὐτὸν οἷ όνπερ χρὴ

εἶ ναι.

52
Νὴ Δί ᾿ , ἔφη, ὅπως δὲ καὶ ἔτι μᾶλλον εὐφραί νηται, βούλομαι αὐτῷμαρτυρῆσαι ὡς

καὶ πολὺ κρεί ττων ἐστὶ ν ὁ τῆς ψυχῆς ἢ ὁ τοῦ σώματος ἔρως. ὅτι μὲν γὰρ δὴ ἄνευ

φιλί ας συνουσί α οὐδεμί α ἀξιόλογος πάντες ἐπιστάμεθα. Φιλεῖ ν γε μὴν τῶν μὲν

τὸ ἦθος ἀγαμένων ἀνάγκη ἡδεῖ α καὶ ἐθελουσί α καλεῖ ται· τῶν δὲ τοῦ σώματος

ἐπιθυμούντων πολλοὶ μὲν τοὺς τρόπους μέμφονται καὶ μισοῦσι τῶν ἐρωμένων·

ἂν δὲ καὶ ἀμφότερα στέρξωσι, τὸ μὲν τῆς ὥρας ἄνθος ταχὺ δήπου παρακμάζει,

ἀπολεί ποντος δὲ τούτου ἀνάγκη καὶ τὴν φιλί αν συναπομαραί νεσθαι, ἡ δὲ ψυχὴ

ὅσονπερ ἂν χρόνον ἴ ῃ ἐπὶ τὸ φρονιμώτερον καὶ ἀξιεραστοτέρα γί γνεται.

Καὶ μὴν ἐν μὲν τῇ τῆς μορφῆς χρήσει ἔνεστί τις καὶ κόρος, ὥστε ἅπερ καὶ πρὸς τὰ

σιτί α διὰ πλησμονήν, ταῦτα ἀνάγκη καὶ πρὸς τὰ παιδικὰ πάσχειν· ἡ δὲ τῆς ψυχῆς

φιλί α διὰ τὸ ἁγνὴ εἶ ναι καὶ ἀκορεστοτέρα ἐστί ν, οὐ μέντοι, ὥς γ᾿ ἄν τις οἰ ηθεί η,

διὰ τοῦτο καὶ ἀνεπαφροδιτοτέρα, ἀλλὰ σαφῶς καὶ ἀποτελεῖ ται ἡ εὐχὴ ἐν ᾗ

αἰ τούμεθα τὴν θεὸν ἐπαφρόδιτα καὶ ἔπη καὶ ἔργα διδόναι.

ὡς μὲν γὰρ ἄγαταί τε καὶ φιλεῖ τὸν ἐρώμενον θάλλουσα μορφῇ τε ἐλευθερί ᾳ καὶ

ἤθει αἰ δήμονί τε καὶ γενναί ῳψυχὴ εὐθὺς ἐν τοῖ ς ἥλιξιν ἡγεμονική τε ἅμα καὶ

53
φιλόφρων οὖσα οὐδὲν ἐπιδεῖ ται λόγου· ὅτι δὲ εἰ κὸς καὶ ὑπὸ τῶν παιδικῶν τὸν

τοιοῦτον ἐραστὴν ἀντιφιλεῖ σθαι, καὶ τοῦτο διδάξω.

Πρῶτον μὲν γὰρ τί ς μισεῖ ν δύναιτ᾿ ἂν ὑφ᾿ οὗ εἰ δεί η καλός τε καὶ ἀγαθὸς

νομιζόμενος; ἔπειτα δὲ ὁρῴη αὐτὸν τὰ τοῦ παιδὸς καλὰ μᾶλλον ἢ τὰ ἑαυτοῦ ἡδέα

σπουδάζοντα; Πρὸς δὲ τούτοις πιστεύοι μήτ᾿ ἂν παρά τι ποιήσῃ μήτ᾿ ἂν καμὼν

ἀμορφότερος γένηται, μειωθῆναι ἂν τὴν φιλί αν;

Οἷ ς γε μὴν κοινὸν τὸ φιλεῖ σθαι, πῶς οὐκ ἀνάγκη τούτους ἡδέως μὲν προσορᾶν

ἀλλήλους, εὐνοϊκῶς δὲ διαλέγεσθαι, πιστεύειν δὲ καὶ πιστεύεσθαι, καὶ προνοεῖ ν

μὲν ἀλλήλων, συνήδεσθαι δ᾿ ἐπὶ ταῖ ς καλαῖ ς πράξεσι, συνάχθεσθαι δὲ ἄν τι

σφάλμα προσπί πτῃ, τότε δ᾿ εὐφραινομένους διατελεῖ ν, ὅταν ὑγιαί νοντες

συνῶσιν, ἂν δὲ κάμῃ ὁπότερος οὖν, πολὺ συνεχεστέραν τὴν συνουσί αν ἔχειν, καὶ

ἀπόντων ἔτι μᾶλλον ἢ παρόντων ἐπιμελεῖ σθαι; Οὐ ταῦτα πάντα ἐπαφρόδιτα; Διά

γέ τοι τὰ τοιαῦτα ἔργα ἅμα ἐρῶντες τῆς φιλί ας καὶ χρώμενοι αὐτῇ εἰ ς γῆρας

διατελοῦσι.

54
Τὸν δὲ ἐκ τοῦ σώματος κρεμάμενον διὰ τί ἀντιφιλήσειεν ἂν ὁ παῖ ς; Πότερον ὅτι

ἑαυτῷμὲν νέμει ὧν ἐπιθυμεῖ , τῷδὲ παιδὶ τὰ ἐπονειδιστότατα; ἢ διότι ἃ σπεύδει

πράττειν παρὰ τῶν παιδικῶν, εἴ ργει μάλιστα τοὺς οἰ κεί ους ἀπὸ τούτων;

Καὶ μὴν ὅτι γε οὐ βιάζεται, ἀλλὰ πεί θει, διὰ τοῦτο μᾶλλον μισητέος. ῾ Ο μὲν γὰρ

βιαζόμενος ἑαυτὸν πονηρὸν ἀποδεικνύει, ὁ δὲ πεί θων τὴν τοῦ ἀναπειθομένου

ψυχὴν διαφθεί ρει.

᾿ Αλλὰ μὴν καὶ ὁ χρημάτων γε ἀπεμπολῶν τὴν ὥραν τί μᾶλλον στέρξει τὸν

πριάμενον ἢ ὁ ἐν ἀγορᾷ πωλῶν καὶ ἀποδιδόμενος; Οὐ μὴν ὅτι γε ὡραῖ ος ἀώρῳ, οὐδὲ

ὅτι γε καλὸς οὐκέτι καλῷκαὶ ἐρῶντι οὐκ ἐρῶν ὁμιλεῖ , φιλήσει αὐτόν. Οὐδὲ γὰρ ὁ

παῖ ς τῷἀνδρὶ ὥσπερ γυνὴ κοινωνεῖ τῶν ἐν τοῖ ς ἀφροδισί οις εὐφροσυνῶν, ἀλλὰ

νήφων μεθύοντα ὑπὸ τῆς ἀφροδί της θεᾶται.

᾿ Εξ ὧν οὐδὲν θαυμαστὸν εἰ καὶ τὸ ὑπερορᾶν ἐγγί γνεται αὐτῷτοῦ ἐραστοῦ. Καὶ

σκοπῶν δ᾿ ἄν τις εὕροι ἐκ μὲν τῶν διὰ τοὺς τρόπους φιλουμένων οὐδὲν χαλεπὸν

γεγενημένον, ἐκ δὲ τῆς ἀναιδοῦς ὁμιλί ας πολλὰ ἤδη καὶ ἀνόσια πεπραγμένα.

55
ὡς δὲ καὶ ἀνελεύθερος ἡ συνουσί α τῷτὸ σῶμα μᾶλλον ἢ τῷτὴν ψυχὴν ἀγαπῶντι,

νῦν τοῦτο δηλώσω. ῾ Ο μὲν γὰρ παιδεύων λέγειν τε ἃ δεῖ καὶ πράττειν δικαί ως ἂν

ὥσπερ Χεί ρων καὶ Φοῖ νιξ ὑπ᾿ ᾿ Αχιλλέως τιμῷτο, ὁ δὲ τοῦ σώματος ὀρεγόμενος

εἰ κότως ἂν ὥσπερ πτωχὸς περιέποιτο. ᾿ Αεὶ γάρ τοι προσαιτῶν καὶ προσδεόμενος

ἢ φιλήματος ἢ ἄλλου τινὸς ψηλαφήματος παρακολουθεῖ .

Εἰ δὲ λαμυρώτερον λέγω, μὴ θαυμάζετε· ὅ τε γὰρ οἶ νος συνεπαί ρει καὶ ὁ ἀεὶ

σύνοικος ἐμοὶ ἔρως κεντρί ζει εἰ ς τὸν ἀντί παλον ἔρωτα αὐτῷπαρρησιάζεσθαι.

Καὶ γὰρ δὴ δοκεῖ μοι ὁ μὲν τῷεἴ δει τὸν νοῦν προσέχων μεμισθωμένῳχῶρον

ἐοικέναι. Οὐ γὰρ ὅπως πλεί ονος ἄξιος γένηται ἐπιμελεῖ ται, ἀλλ᾿ ὅπως αὐτὸς ὅτι

πλεῖ στα ὡραῖ α καρπώσεται. ῾ Ο δὲ τῆς φιλί ας ἐφιέμενος μᾶλλον ἔοικε τῷτὸν

οἰ κεῖ ον ἀγρὸν κεκτημένῳ· πάντοθεν γοῦν φέρων ὅ τι ἂν δύνηται πλεί ονος ἄξιον

ποιεῖ τὸν ἐρώμενον.

Καὶ μὴν καὶ τῶν παιδικῶν ὃς μὲν ἂν εἰ δῇ ὅτι ὁ τοῦ εἴ δους ἐπαρκῶν ἄρξει τοῦ

ἐραστοῦ, εἰ κὸς αὐτὸν τἆλλα ῥᾳδιουργεῖ ν· ὃς δ᾿ ἂν γιγνώσκῃ ὅτι ἂν μὴ καλὸς

κἀγαθὸς ᾖ, οὐ καθέξει τὴν φιλί αν, τοῦτον προσήκει μᾶλλον ἀρετῆς ἐπιμελεῖ σθαι.

56
Μέγιστον δ᾿ ἀγαθὸν τῷὀρεγομένῳἐκ παιδικῶν φί λον ἀγαθὸν ποιήσασθαι ὅτι

ἀνάγκη καὶ αὐτὸν ἀσκεῖ ν ἀρετήν. Οὐ γὰρ οἷ όν τε πονηρὰ αὐτὸν ποιοῦντα ἀγαθὸν

τὸν συνόντα ἀποδεῖ ξαι, οὐδέ γε ἀναισχυντί αν καὶ ἀκρασί αν παρεχόμενον

ἐγκρατῆ καὶ αἰ δούμενον τὸν ἐρώμενον ποιῆσαι.

᾿ Επιθυμῶδέ σοι, ἔφη, ὦΚαλλί α, καὶ μυθολογῆσαι ὡς οὐ μόνον ἄνθρωποι ἀλλὰ

καὶ θεοὶ καὶ ἥρωες τὴν τῆς ψυχῆς φιλί αν περὶ πλεί ονος ἢ τὴν τοῦ σώματος

χρῆσιν ποιοῦνται. Ζεύς τε γὰρ ὅσων μὲν θνητῶν οὐσῶν μορφῆς ἠράσθη,

συγγενόμενος εἴ α αὐτὰς θνητὰς εἶ ναι· ὅσων δὲ ψυχαῖ ς ἀγαθαῖ ς ἀγασθεί η,

ἀθανάτους τούτους ἐποί ει· ὧν ῾ Ηρακλῆς μὲν καὶ Διόσκουροί εἰ σι, λέγονται δὲ

καὶ ἄλλοι· καὶ ἐγὼδέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ

Διὸς εἰ ς ῎ Ολυμπον ἀνενεχθῆναι. Μαρτυρεῖ δὲ καὶ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ

δήπου καὶ ῾ Ομήρῳ"γάνυται δέ τ᾿ ἀκούων." Τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τ᾿

ἀκούων.

57
῎ Εστι δὲ καὶ ἄλλοθί που "πυκινὰ φρεσὶ μήδεα εἰ δώς." Τοῦτο δ᾿ αὖ λέγει σοφὰ

φρεσὶ βουλεύματα εἰ δώς. ᾿ Εξ οὖν συναμφοτέρων τούτων οὐχ ἡδυσώματος

ὀνομασθεὶ ς ὁ Γανυμήδης ἀλλ᾿ ἡδυγνώμων ἐν θεοῖ ς τετί μηται.

᾿ Αλλὰ μήν, ὦΝικήρατε, καὶ ᾿ Αχιλλεὺς ῾ Ομήρῳπεποί ηται οὐχ ὡς παιδικοῖ ς

Πατρόκλῳἀλλ᾿ ὡς ἑταί ρῳἀποθανόντι ἐκπρεπέστατα τιμωρῆσαι. Καὶ ᾿ Ορέστης δὲ

καὶ Πυλάδης καὶ Θησεὺς καὶ Πειρί θους καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡμιθέων οἱ

ἄριστοι ὑμνοῦνται οὐ διὰ τὸ συγκαθεύδειν ἀλλὰ διὰ τὸ ἄγασθαι ἀλλήλους τὰ

μέγιστα καὶ κάλλιστα κοινῇ διαπεπρᾶχθαι.

Τί δέ, τὰ νῦν καλὰ ἔργα οὐ πάντ᾿ ἂν εὕροι τις ἕνεκα ἐπαί νου ὑπὸ τῶν καὶ πονεῖ ν

καὶ κινδυνεύειν ἐθελόντων πραττόμενα μᾶλλον ἢ ὑπὸ τῶν ἐθιζομένων ἡδονὴν

ἀντ᾿ εὐκλεί ας αἱ ρεῖ σθαι; Καί τοι Παυσανί ας γε ὁ ᾿ Αγάθωνος τοῦ ποιητοῦ

ἐραστὴς ἀπολογούμενος ὑπὲρ τῶν ἀκρασί ᾳ ἐγκαλινδουμένων εἴ ρηκεν ὡς καὶ

στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν τε καὶ ἐραστῶν. Τούτους γὰρ ἂν

ἔφη οἴ εσθαι μάλιστα αἰ δεῖ σθαι ἀλλήλους ἀπολεί πειν, θαυμαστὰ λέγων, εἴ γε οἱ

ψόγου τε ἀφροντιστεῖ ν καὶ ἀναισχυντεῖ ν πρὸς ἀλλήλους ἐθιζόμενοι, οὗτοι

58
μάλιστα αἰ σχυνοῦνται αἰ σχρόν τι ποιεῖ ν. Καὶ μαρτύρια δὲ ἐπήγετο ὡς ταῦτα

ἐγνωκότες εἶ εν καὶ Θηβαῖ οι καὶ ᾿ Ηλεῖ οι· συγκαθεύδοντας γοῦν αὐτοῖ ς ὅμως

παρατάττεσθαι ἔφη τὰ παιδικὰ εἰ ς τὸν ἀγῶνα, οὐδὲν τοῦτο σημεῖ ον λέγων

ὅμοιον. ᾿ Εκεί νοις μὲν γὰρ ταῦτα νόμιμα, ἡμῖ ν δ᾿ ἐπονεί διστα. Δοκοῦσι δ᾿

ἔμοιγε οἱ μὲν παραταττόμενοι ἀπιστοῦσιν ἐοικέναι μὴ χωρὶ ς γενόμενοι οἱ

ἐρώμενοι οὐκ ἀποτελῶσι τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα. Λακεδαιμόνιοι δὲ οἱ

νομί ζοντες, ἐὰν καὶ ὀρεχθῇ τις σώματος, μηδενὸς ἂν ἔτι καλοῦ κἀγαθοῦ τοῦτον

τυχεῖ ν, οὕτω τελέως τοὺς ἐρωμένους ἀγαθοὺς ἀπεργάζονται ὡς καὶ μετὰ ξένων

κἂν μὴ ἐν τῇ αὐτῇ [πόλει] ταχθῶσι τῷἐραστῇ, ὁμοί ως αἰ δοῦνται τοὺς παρόντας

ἀπολεί πειν. Θεὰν γὰρ οὐ τὴν ᾿ Αναί δειαν ἀλλὰ τὴν Αἰ δῶνομί ζουσι.

Δοκοῦμεν δ᾿ ἄν μοι πάντες ὁμόλογοι γενέσθαι περὶ ὧν λέγω, εἰ ὧδε

ἐπισκοποῖ μεν, τῷποτέρως παιδὶ φιληθέντι μᾶλλον ἄν τις πιστεύσειεν ἢ χρήματα

ἢ τέκνα ἢ χάριτας παρακατατί θεσθαι. ᾿ Εγὼμὲν γὰρ οἶ μαι καὶ αὐτὸν τὸν τῷεἴ δει

τοῦ ἐρωμένου χρώμενον μᾶλλον ἂν ταῦτα πάντα τῷτὴν ψυχὴν ἐρασμί ῳπιστεῦσαι.

59
Σοί γε μήν, ὦΚαλλί α, δοκεῖ μοι ἄξιον εἶ ναι καὶ θεοῖ ς χάριν εἰ δέναι ὅτι σοι

Αὐτολύκου ἔρωτα ἐνέβαλον. ὡς μὲν γὰρ φιλότιμός ἐστιν εὔδηλον, ὃς τοῦ

κηρυχθῆναι ἕνεκα νικῶν παγκράτιον πολλοὺς μὲν πόνους, πολλὰ δ᾿ ἄλγη

ἀνέχεται.

Εἰ δὲ οἴ οιτο μὴ μόνον ἑαυτὸν καὶ τὸν πατέρα κοσμήσειν, ἀλλ᾿ ἱ κανὸς

γενήσεσθαι δι᾿ ἀνδραγαθί αν καὶ φί λους εὖ ποιεῖ ν καὶ τὴν πατρί δα αὔξειν

τροπαῖ α τῶν πολεμί ων ἱ στάμενος, καὶ διὰ ταῦτα περί βλεπτός τε καὶ ὀνομαστὸς

ἔσεσθαι καὶ ἐν ῞ Ελλησι καὶ ἐν βαρβάροις, πῶς οὐκ οἴ ει αὐτόν, ὅντιν᾿ ἡγοῖ το εἰ ς

ταῦτα συνεργὸν εἶ ναι κράτιστον, τοῦτον ταῖ ς μεγί σταις ἂν τιμαῖ ς περιέπειν;

Εἰ οὖν βούλει τούτῳἀρέσκειν, σκεπτέον μέν σοι ποῖ α ἐπιστάμενος Θεμιστοκλῆς

ἱ κανὸς ἐγένετο τὴν ῾ Ελλάδα ἐλευθεροῦν, σκεπτέον δὲ ποῖ ά ποτε εἰ δὼς Περικλῆς

κράτιστος ἐδόκει τῇ πατρί δι σύμβουλος εἶ ναι, ἀθρητέον δὲ καὶ πῶς ποτε Σόλων

φιλοσοφήσας νόμους κρατί στους τῇ πόλει κατέθηκεν, ἐρευνητέον δὲ καὶ ποῖ α

Λακεδαιμόνιοι ἀσκοῦντες κράτιστοι δοκοῦσιν ἡγεμόνες εἶ ναι· προξενεῖ ς δὲ καὶ

κατάγονται ἀεὶ παρὰ σοὶ οἱ κράτιστοι αὐτῶν.

60
ὡς μὲν οὖν σοι ἡ πόλις ταχὺ ἂν ἐπιτρέψειεν αὑτήν, εἰ βούλει, εὖ ἴ σθι. Τὰ μέγιστα

γάρ σοι ὑπάρχει· εὐπατρί δης εἶ , ἱ ερεὺς θεῶν τῶν ἀπ᾿ ᾿ Ερεχθέως, οἳ καὶ ἐπὶ τὸν

βάρβαρον σὺν ᾿ Ιάκχῳἐστράτευσαν, καὶ νῦν ἐν τῇ ἑορτῇ ἱ εροπρεπέστατος δοκεῖ ς

εἶ ναι τῶν μένων, καὶ σῶμα ἀξιοπρεπέστατον μὲν ἰ δεῖ ν τῆς πόλεως ἔχεις, ἱ κανὸν

δὲ μόχθους ὑποφέρειν.

Εἰ δ᾿ ὑμῖ ν δοκῶσπουδαιολογῆσαι μᾶλλον ἢ παρὰ πότον πρέπει, μηδὲ τοῦτο

θαυμάζετε. ᾿ Αγαθῶν γὰρ φύσει καὶ τῆς ἀρετῆς φιλοτί μως ἐφιεμένων ἀεί ποτε τῇ

πόλει συνεραστὴς ὢν διατελῶ. Οἱ μὲν δὴ ἄλλοι περὶ τῶν ῥηθέντων διελέγοντο, ὁ

δ᾿ Αὐτόλυκος κατεθεᾶτο τὸν Καλλί αν. Καὶ ὁ Καλλί ας δὲ παρορῶν εἰ ς ἐκεῖ νον

εἶ πεν·

Οὐκοῦν σύ με, ὦΣώκρατες, μαστροπεύσεις πρὸς τὴν πόλιν, ὅπως πράττω τὰ

πολιτικὰ καὶ ἀεὶ ἀρεστὸς ὦαὐτῇ;

Ναὶ μὰ Δί ᾿ , ἔφη, ἂν ὁρῶσί γέ σε μὴ τῷδοκεῖ ν ἀλλὰ τῷὄντι ἀρετῆς ἐπιμελούμενον.

ἡ μὲν γὰρ ψευδὴς δόξα ταχὺ ἐλέγχεται ὑπὸ τῆς πεί ρας· ἡ δ᾿ ἀληθὴς ἀνδραγαθί α,

61
ἂν μὴ θεὸς βλάπτῃ, ἀεὶ ἐν ταῖ ς πράξεσι λαμπροτέραν τὴν εὔκλειαν

συμπαρέχεται.

Οὗτος μὲν δὴ ὁ λόγος ἐνταῦθα ἔληξεν. Αὐτόλυκος δὲ (ἤδη γὰρ ὥρα ἦν αὐτῷ)

ἐξανί στατο εἰ ς περί πατον· καὶ ὁ Λύκων ὁ πατὴρ αὐτῷσυνεξιὼν ἐπιστραφεὶ ς

εἶ πε· Νὴ τὴν ῞ Ηραν, ὦΣώκρατες, καλός γε κἀγαθὸς δοκεῖ ς μοι ἄνθρωπος εἶ ναι.

᾿ Εκ δὲ τούτου πρῶτον μὲν θρόνος τις ἔνδον κατετέθη, ἔπειτα δὲ ὁ Συρακόσιος

εἰ σελθὼν εἶ πεν· "᾿ Ω ἄνδρες, ᾿ Αριάδνη εἴ σεισιν εἰ ς τὸν ἑαυτῆς τε καὶ Διονύσου

θάλαμον· μετὰ δὲ τοῦθ᾿ ἥξει Διόνυσος ὑποπεπωκὼς παρὰ θεοῖ ς καὶ εἴ σεισι πρὸς

αὐτήν, ἔπειτα παιξοῦνται πρὸς ἀλλήλους.

᾿ Εκ τούτου πρῶτον μὲν ἡ ᾿ Αριάδνη ὡς νύμφη κεκοσμημένη παρῆλθε καὶ

ἐκαθέζετο ἐπὶ τοῦ θρόνου. Οὔπω δὲ φαινομένου τοῦ Διονύσου ηὐλεῖ το ὁ

βακχεῖ ος ῥυθμός. ἔνθα δὴ ἠγάσθησαν τὸν ὀρχηστοδιδάσκαλον. Εὐθὺς μὲν γὰρ ἡ

᾿ Αριάδνη ἀκούσασα τοιοῦτόν τι ἐποί ησεν ὡς πᾶς ἂν ἔγνω ὅτι ἀσμένη ἤκουσε· καὶ

ὑπήντησε μὲν οὒ οὐδὲ ἀνέστη, δήλη δ᾿ ἦν μόλις ἠρεμοῦσα.

62
᾿ Επεί γε μὴν κατεῖ δεν αὐτὴν ὁ Διόνυσος, ἐπιχορεύσας ὥσπερ ἂν εἴ τις

φιλικώτατα ἐκαθέζετο ἐπὶ τῶν γονάτων, καὶ περιλαβὼν ἐφί λησεν αὐτήν. ἡ δ᾿

αἰ δουμένῃ μὲν ἐῴκει, ὅμως δὲ φιλικῶς ἀντιπεριελάμβανεν. Οἱ δὲ συμπόται

ὁρῶντες ἅμα μὲν ἐκρότουν, ἅμα δὲ ἐβόων αὖθις. ὡς δὲ ὁ Διόνυσος ἀνιστάμενος

συνανέστησε μεθ᾿ ἑαυτοῦ τὴν ᾿ Αριάδνην, ἐκ τούτου δὴ φιλούντων τε καὶ

ἀσπαζομένων ἀλλήλους σχήματα παρῆν θεάσασθαι. Οἱ δ᾿ ὁρῶντες ὄντως καλὸν

μὲν τὸν Διόνυσον, ὡραί αν δὲ τὴν ᾿ Αριάδνην, οὐ σκώπτοντας δὲ ἀλλ᾿ ἀληθινῶς

τοῖ ς στόμασι φιλοῦντας, πάντες ἀνεπτερωμένοι ἐθεῶντο. Καὶ γὰρ ἤκουον τοῦ

Διονύσου μὲν ἐπερωτῶντος αὐτὴν εἰ φιλεῖ αὐτόν, τῆς δὲ οὕτως ἐπομνυούσης

[ὥστε] μὴ μόνον τὸν Διόνυσον ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας συνομόσαι ἂν ἦ

μὴν τὸν παῖ δα καὶ τὴν παῖ δα ὑπ᾿ ἀλλήλων φιλεῖ σθαι. ᾿ Εῴκεσαν γὰρ οὐ

δεδιδαγμένοις τὰ σχήματα ἀλλ᾿ ἐφειμένοις πράττειν ἃ πάλαι ἐπεθύμουν.

Τέλος δὲ οἱ συμπόται ἰ δόντες περιβεβληκότας τε ἀλλήλους καὶ ὡς εἰ ς εὐνὴν

ἀπιόντας, οἱ μὲν ἄγαμοι γαμεῖ ν ἐπώμνυσαν, οἱ δὲ γεγαμηκότες ἀναβάντες ἐπὶ

τοὺς ἵ ππους ἀπήλαυνον πρὸς τὰς ἑαυτῶν γυναῖ κας, ὅπως τούτων τύχοιεν.

63
Σωκράτης δὲ καὶ τῶν ἄλλων οἱ ὑπομεί ναντες πρὸς Λύκωνα καὶ τὸν υἱ ὸν σὺν

Καλλί ᾳ περιπατήσοντες ἀπῆλθον.

Αὕτη τοῦ τότε συμποσί ου κατάλυσις ἐγένετο.

64

You might also like